Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis.

Aischyl.Ag.40-263 (Parodos)

     
 

ΧOΡOS

 
40   δέκατον μὲν ἔτος τόδ' ἐπεὶ Πριάμου
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ' Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
 
45   στόλον Ἀργείων χιλιοναύτην,
τῆσδ' ἀπὸ χώρας
 
   

ἦραν, στρατιῶτιν ἀρωγὰν,

 
    μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν, 
 
50   οἵτ' ἐκπατίοις ἄλγεσι παίδων 
ὕπατοι λεχέων στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
 
   

πόνον ὀρταλίχων ὀλέσαντες·

 
55   ὕπατος δ' ἀίων ἤ τις Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
 
   

πέμπει παραβᾶσιν Ἐρινύν.

 
60   οὕτω δ' Ἀτρέως παῖδας ὁ κρείσσων
ἐπ' Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
 
65   διακναιομένης τ' ἐν προτελείοις  
   

κάμακος θήσων Δαναοῖσι

 
    Τρωσί θ' ὁμοίως. ἔστι δ' ὅπη νῦν
ἔστι· τελεῖται δ' ἐς τὸ πεπρωμένον·
οὔθ' ὑποκαίων οὔθ' ὑπολείβων
 
70   οὔτε δακρύων ἀπύρων ἱερῶν  
   

ὀργὰς ἀτενεῖς παραθέλξει.

 
    ἡμεῖς δ' ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ' ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
 
75   ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς, Ἄρης δ' οὐκ ἔνι χώρᾳ,
τό θ' ὑπέργηρων φυλλάδος ἤδη
 
80   κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ' οὐδὲν ἀρείων
 
   

ὄναρ ἡμερόφαντον ἀλαίνει.

 
    σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
 
85   τί χρέος; τί νέον; τί δ' ἐπαισθομένη,
τίνος ἀγγελίας
 
   

πειθοῖ περίπεμπτα θυοσκεῖς;

 
    πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
 
90   τῶν τ' οὐρανίων τῶν τ' ἀγοραίων,  
   

βωμοὶ δώροισι φλέγονται·

 
    ἄλλη δ' ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει,
φαρμασσομένη χρίματος ἁγνοῦ
 
95   μαλακαῖς ἀδόλοισι παρηγορίαις,  
   

πελάνῳ μυχόθεν βασιλείῳ.

 
    τούτων λέξασ' ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἰνεῖν,
παιών τε γενοῦ τῆσδε μερίμνης,
 
100   ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ' ἐκ θυσιῶν ἀγανὴ φαίνουσ'
ἐλπὶς ἀμύνει φροντίδ' ἄπληστον
 
.  

τῆς θυμοβόρου φρένα λύπης.

 
    κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν [στρ. α  
105   ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών·
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
 
110  

ξύμφρονα ταγάν,

 
    πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ' ἐπ' αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ' ἐξόπιν
 
115  

ἀργᾶς,

 
    φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
 
   

παμπρέπτοις ἐν ἕδραισι,

 
    βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,  
120  

βλαβέντα λοισθίων δρόμων.

 
    αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς [ἀντ. α.
Ἀτρείδας μαχίμους ἐδάη λαγοδαίτας
 
125  

πομπούς τ' ἀρχάς· οὕτω δ' εἶπε τερᾴζων·

 
    "χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,  
   

πάντα δὲ πύργων

 
    κτήνη πρόσθε τὰ δημιοπληθέα  
130   Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας
 
135   στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ  
   

πτανοῖσιν κυσὶ πατρὸς

 
    αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι·  
   

στυγεῖ δὲ δεῖπνον αἰετῶν."

 
    αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.  
140  

"τόσον περ εὔφρων ἁ καλά, [μεσῳδ.
δρόσοις ἀέπτοις μαλερῶν λεόντων
πάντων τ' ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἰτεῖ ξύμβολα κρᾶναι,

 
145   δεξιὰ μὲν κατάμομφα δὲ φάσματα † στρουθῶν.
 
   

ἰήιον δὲ καλέω Παιᾶνα,

 
150   μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας
τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν', ἄδαιτον,
 
   

νεικέων τέκτονα σύμφυτον,

 
    οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος  
155   οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος."
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ' ἀπ' ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
 
   

τοῖς δ' ὁμόφωνον

 
   

αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.

 
160  

Ζεύς, ὅστις ποτ' ἐστίν, εἰ τόδ' αὐ- [στρ. β.

 
   

τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντ' ἐπισταθμώμενος

 
165   πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος  
   

χρὴ βαλεῖν ἐτητύμως.

 
   

οὐδ' ὅστις πάροιθεν ἦν μέγας, [ἀντ. β.

 
   

παμμάχῳ θράσει βρύων,

 
170  

οὐδὲ λέξεται πρὶν ὤν·
ὃς δ' ἔπειτ' ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.

 
    Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων  
175  

τεύξεται φρενῶν τὸ πᾶν,
τὸν φρονεῖν βροτοὺς ὁδώ- [στρ. γ.
σαντα, τὸν <πάθει μάθος>
θέντα κυρίως ἔχειν.

 
   

στάζει δ' ἀνθ' ὕπνου πρὸ καρδίας

 
180  

μνησιπήμων πόνος· καὶ παρ' ἄ-
κοντας ἦλθε σωφρονεῖν.

 
    δαιμόνων δέ που χάρις βίαιος  
   

σέλμα σεμνὸν ἡμένων.
καὶ τόθ' ἡγεμὼν ὁ πρέ- [ἀντ. γ.

 
185  

σβυς νεῶν Ἀχαιικῶν,
μάντιν οὔτινα ψέγων,

 
   

ἐμπαίοις τύχαισι συμπνέων,

 
   

εὖτ' ἀπλοίᾳ κεναγγεῖ βαρύ-
νοντ' Ἀχαιικὸς λεώς,

 
190   Χαλκίδος πέραν ἔχων παλιρρό-
 
   

χθοις ἐν Αὐλίδος τόποις·
πνοαὶ δ' ἀπὸ Στρυμόνος μολοῦσαι [στρ. δ.
κακόσχολοι, νήστιδες, δύσορμοι,

 
   

βροτῶν ἄλαι,

 
195  

ναῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς,

 
   

παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄνθος Ἀργεί-
ων· ἐπεὶ δὲ καὶ πικροῦ

 
   

χείματος ἄλλο μῆχαρ

 
200  

βριθύτερον πρόμοισιν

 
   

μάντις ἔκλαγξεν
προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις
ἐπικρούσαντας Ἀτρείδας
δάκρυ μὴ κατασχεῖν·

 
205  

ἄναξ δ' ὁ πρέσβυς τόδ' εἶπε φωνῶν· [ἀντ. δ.

 
   

"βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,

 
   

βαρεῖα δ', εἰ

 
   

τέκνον δαίξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν

 
210  

ῥείθροις πατρῴους χέρας πέλας βω-

 
   

μοῦ. τί τῶνδ' ἄνευ κακῶν;

 
   

πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;

 
   

παυσανέμου γὰρ

 
215  

θυσίας παρθενίου θ' αἵματος ὀργᾷ
περιόργως ἐπιθυμεῖν
θέμις. εὖ γὰρ εἴη."
ἐπεὶ δ' ἀνάγκας ἔδυ λέπαδνον [στρ. ε.
φρενὸς πνέων δυσσεβῆ τροπαίαν

 
220  

ἄναγνον, ἀνίερον, τόθεν

 
   

τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων.

 
   

ἔτλα δ' οὖν θυτὴρ γενέσθαι

 
225  

θυγατρός, γυναικοποίνων

 
   

πολέμων ἀρωγὰν

 
   

καὶ προτέλεια ναῶν.

 
   

λιτὰς δὲ καὶ κληδόνας πατρῴους [ἀντ. ε.
παρ' οὐδὲν αἰῶ τε παρθένειον

 
230  

ἔθεντο φιλόμαχοι βραβῆς.

 
   

φράσεν δ' ἀόζοις πατὴρ μετ' εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ

 
   

προνωπῆ λαβεῖν ἀέρδην,

 
235  

στόματός τε καλλιπρῴρου

 
   

φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις.

 
   

βίᾳ χαλινῶν δ', ἀναύδῳ μένει, [στρ. ζ.
κρόκου βαφὰς [δ'] ἐς πέδον χέουσα,

 
240  

ἔβαλλ' ἕκαστον θυτή-

 
   

ρων ἀπ' ὄμματος βέλει φιλοίκτῳ,

 
   

πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν

 
   

θέλουσ', ἐπεὶ πολλάκις

 
   

πατρὸς κατ' ἀνδρῶνας εὐτραπέζους

 
245   ἔμελψεν, ἁγνᾷ δ' ἀταύρωτος αὐδᾷ πατρὸς  
   

φίλου τριτόσπονδον εὔποτμον

 
   

παιῶνα φίλως ἐτίμα.

 
    τὰ δ' ἔνθεν οὔτ' εἶδον οὔτ' ἐννέπω· [ἀντ. ζ.  
   

τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.

 
250  

Δίκα δὲ τοῖς μὲν παθοῦ-

 
   

σιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον

 
   

ἐπεὶ γένοιτ' ἂν κλύοις· πρὸ χαιρέτω·

 
   

ἴσον δὲ τῷ προστένειν.

 
   

τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.

 
255   πέλοιτο δ' οὖν ἁ 'πὶ τούτοισιν εὖ πρᾶξις, ὡς  
   

θέλει τόδ' ἄγχιστον Ἀπίας

 
   

γαίας μονόφρουρον ἕρκος.

 
   

- ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν

 
260  

γυναῖκ' ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ' εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ' ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.