Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
ΚΛΥΤΑΙΜΗΣΤΡΑ | |||
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, | |||
265 | Χο. Κλ. |
ἕως γένοιτο μητρὸς εὐφρόνης
πάρα. πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν· Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω; |
|
270 | Χο. Κλ. Χο. Κλ. Χο. |
χαρά μ' ὑφέρπει δάκρυον ἐκκαλουμένη.
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ; ἔστιν· τί δ' οὐχί; μὴ δολώσαντος θεοῦ. πότερα δ' ὀνείρων φάσματ' εὐπειθῆ σέβεις; |
|
275 | Κλ. Χο. Κλ. Χο. Κλ. |
οὐ δόξαν ἂν λάκοιμι βριζούσης
φρενός. ἀλλ' ἦ σ' ἐπίανέν τις ἄπτερος φάτις; παιδὸς νέας ὣς κάρτ' ἐμωμήσω φρένας. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις; τῆς νῦν τεκούσης φῶς τόδ' εὐφρόνης λέγω. |
|
280 | Χο. Κλ. |
καὶ τίς τόδ' ἐξίκοιτ' ἂν ἀγγέλων
τάχος; Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρὸς ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον |
|
285 | Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι ἰχθῦς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν, πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς· |
||
290 | ὁ δ' οὔτι μέλλων οὐδ' ἀφρασμόνως
ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος· ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ' Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ' ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω |
||
295 | γραίας ἐρείκης θωμὸν ἅψαντες
πυρί. σθένουσα λαμπὰς δ' οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας, ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. |
||
300 | φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρά, πλέον καίουσα τῶν εἰρημένων, λίμνην δ' ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος, ὄρος τ' ἐπ' Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός. |
||
305 | πέμπουσι δ' ἀνδαίοντες ἀφθόνῳ
μένει φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ πορθμοῦ κάτοπτον πρῶν' ὑπερβάλλειν πρόσω φλέγουσαν· εἶτ' ἔσκηψεν, εὖτ' ἀφίκετο Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς· |
||
310 | κἄπειτ' Ἀτρειδῶν ἐς τόδε σκήπτει
στέγος φάος τόδ' οὐκ ἄπαππον Ἰδαίου πυρός. τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί, ἄλλος παρ' ἄλλου διαδοχαῖς πληρούμενοι· νικᾷ δ' ὁ πρῶτος καὶ τελευταῖος δραμών. |
||
315 | Χο. |
τέκμαρ τοιοῦτον σύμβολόν τε
σοὶ λέγω ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι. λόγους δ' ἀκοῦσαι τούσδε κἀποθαυμάσαι διηνεκῶς θέλοιμ' ἂν ὡς λέγεις πάλιν. |
|
320 | Κλ. | Τροίαν Ἀχαιοὶ τῇδ' ἔχουσ' ἐν
ἡμέρᾳ. οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν. ὄξος τ' ἄλειφά τ' ἐγχέας ταὐτῷ κύτει διχοστατοῦντ' ἂν οὐ φίλως † προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα |
|
325 | φθογγὰς ἀκούειν ἔστι συμφορᾶς
διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε, καὶ φυταλμίων παῖδες γερόντων, οὐκέτ' ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον· |
||
330 | τοὺς δ' αὖτε νυκτίπλαγκτος
ἐκ μάχης πόνος νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, ἀλλ' ὡς ἕκαστος ἔσπασεν τύχης πάλον. ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν |
||
335 | ναίουσιν ἤδη, τῶν ὑπαιθρίων
πάγων δρόσων τ' ἀπαλλαχθέντες· ὡς δ' εὐδαίμονες ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ' εὐσεβοῦσι τοὺς πολισσούχους θεοὺς τοὺς τῆς ἁλούσης γῆς θεῶν θ' ἱδρύματα, |
||
340 | οὔ τἂν ἑλόντες ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους. δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας κάμψαι διαύλου θάτερον κῶλον πάλιν· |
||
345 | θεοῖς δ' ἀναμπλάκητος εἰ μόλοι
στρατός, ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων γένοιτ' ἄν, εἰ πρόσπαιά πη τεύχοι κακά. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις· τὸ δ' εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν. |
||
350 | Χο. |
πολλῶν γὰρ ἐσθλῶν τήνδ' ὄνησιν
εἱλόμην. γύναι, κατ' ἄνδρα σώφρον' εὐφρόνως λέγεις. ἐγὼ δ' ἀκούσας πιστά σου τεκμήρια θεοὺς προσειπεῖν αὖ παρασκευάζομαι. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. |
|
355 | - ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
|
||
μεγάλων
κόσμων κτεάτειρα, |
|||
ἥτ' ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν μήτ' οὖν νεαρῶν τιν' ὑπερτελέσαι |
|||
360 | μέγα δουλείας | ||
γάγγαμον, ἄτης παναλώτου. |
|||
Δία τοι ξένιον μέγαν αἰδοῦμαι τὸν τάδε πράξαντ', ἐπ' Ἀλεξάνδρῳ τείνοντα πάλαι τόξον, ὅπως ἂν |
|||
365 | μήτε πρὸ καιροῦ μήθ' ὑπὲρ
ἄστρων |
||
βέλος ἠλίθιον σκήψειεν. |
|||