ΟΔΥΣΣΕΙΑΣ - Odysseeυ - 20. Gesang - griechischτὰ πρὸ τῆς μνηστηροφονίας |
|
|
|
Klicken Sie, um zwischen Originaltext und Übersetzung zu wechseln, die (rot unterlegte) Verszahl an!
|
|
βουληθεὶς ἀνελεῖν ὁ Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαίνας, ὕστερον δὲ μεταγνούς, διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία. | |
Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο
δῖος Ὀδυσσεύς· κὰμ μὲν ἀδέψητον βοέην στόρεσ’, αὐτὰρ ὕπερθεν κώεα πόλλ’ ὀίων, τοὺς ἱρεύεσκον Ἀχαιοί· Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. |
|
ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
κεῖτ’ ἐγρηγορόων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες ἤισαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· |
|
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠὲ μεταίξας θάνατον τεύξειεν ἑκάστῃ, ἦ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα |
|
ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· "τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης, ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ |
|
ἰφθίμους ἑτάρους· σὺ δ’ ἐτόλμας, ὄφρα σε μῆτις
ἐξάγαγ’ ἐξ ἄντροιο ὀιόμενον θανέεσθαι." ὣς ἔφατ’, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· τῷ δὲ μάλ’ ἐν πείσῃ κραδίη μένε τετληυῖα νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. |
|
ὡς δ’ ὅτε γαστέρ’ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ, μάλα δ’ ὦκα λιλαίεται ὀπτηθῆναι, ὣς ἄρ’ ὅ γ’ ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, |
|
μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
οὐρανόθεν καταβᾶσα, δέμας δ’ ἤικτο γυναικί· στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· "τίπτ’ αὖτ’ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; οἶκος μέν τοι ὅδ’ ἐστί, γυνὴ δέ τοι ἥδ’ ἐνὶ οἴκῳ |
|
καὶ πάις, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα."
τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· "ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες· ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, |
|
μοῦνος ἐών· οἱ δ’ αἰὲν ἀολλέες ἔνδον ἔασι. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, πῇ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα." τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
|
"σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ’
ἑταίρῳ, ὅς περ θνητός τ’ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοισ’. ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων |
|
νῶι περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηι, καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα. ἀλλ’ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, κακῶν δ’ ὑποδύσεαι ἤδη." ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, |
|
αὐτὴ δ’ ἂψ ἐς Ὄλυμπον ἀπέστιχε δῖα θεάων. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελής, ἄλοχος δ’ ἄρ’ ἐπέγρετο κεδνὰ ἰδυῖα, κλαῖεν δ’ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, |
|
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· "Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ’ ἐκ θυμὸν ἕλοιο αὐτίκα νῦν, ἢ ἔπειτά μ’ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατ’ ἠερόεντα κέλευθα, |
|
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ὡς δ’ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· τῇσι τοκῆας μὲν φθεῖσαν θεοί, αἱ δ’ ἐλίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ’ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ· |
|
Ἥρη δ’ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτήν, μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή, ἔργα δ’ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. εὖτ' Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, κούρῃσ’ αἰτήσουσα τέλος θαλεροῖο γάμοιο, |
|
ἐς Δία τερπικέραυνον, - ὁ γάρ τ’ ἐὺ οἶδεν ἅπαντα,
μοῖράν τ’ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων, - τόφρα δὲ τὰς κούρας Ἅρπυιαι ἀνηρέψαντο καί ῥ’ ἔδοσαν στυγερῇσιν Ἐρινύσιν ἀμφιπολεύειν· ὣς ἔμ’ ἀιστώσειαν Ὀλύμπια δώματ’ ἔχοντες, |
|
ἠέ μ’ ἐυπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ’ Ὀδυσῆα ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, μηδέ τι χείρονος ἀνδρὸς ἐυφραίνοιμι νόημα. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, |
|
νύκτας δ’ ὕπνος ἔχῃσιν, - ὁ γάρ τ’ ἐπέλησεν ἁπάντων,
ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ’ ἀμφικαλύψῃ· - αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ’ ἐπέσσευεν κακὰ δαίμων. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, τοῖος ἐὼν, οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ |
|
χαῖρ’, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ’ ὕπαρ
ἤδη." ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. τῆς δ’ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· μερμήριξε δ’ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη γινώσκουσα παρεστάμεναι κεφαλῆφι. |
|
χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, Διὶ δ’ εὔξατο χεῖρας ἀνασχών· "Ζεῦ πάτερ, εἴ μ’ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν ἤγετ’ ἐμὴν ἐς γαῖαν, ἐπεί μ’ ἐκακώσατε λίην, |
|
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω." ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε μητίετα Ζεύς, αὐτίκα δ’ ἐβρόντησεν ἀπ’ αἰγλήεντος Ὀλύμπου, ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς. |
|
φήμην δ’ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον, ἔνθ’ ἄρα οἱ μύλαι εἵατο ποιμένι λαῶν. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν· αἱ μὲν ἄρ’ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, |
|
ἡ δὲ μί’ οὔ πω παύετ’, ἀφαυροτάτη δὲ τέτυκτο·
ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· "Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, ἦ μεγάλ’ ἐβρόντησας ἀπ’ οὐρανοῦ ἀστερόεντος, οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. |
|
κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ἐν μεγάροισ’ Ὀδυσῆος ἑλοίατο δαῖτ’ ἐρατεινήν, οἳ δή μοι καμάτῳ θυμαλγέι γούνατ’ ἔλυσαν ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν." |
|
ὣς ἄρ’ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
Ζηνός τε βροντῇ· φάτο γὰρ τείσασθαι ἀλείτας. αἱ δ’ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ’ Ὀδυσῆος ἐγρόμεναι ἀνέκαιον ἐπ’ ἐσχάρῃ ἀκάματον πῦρ. Τηλέμαχος δ’ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, |
|
εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὤμῳ,
ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέι χαλκῷ. στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, πρὸς δ’ Εὐρύκλειαν ἔειπε· "μαῖα φίλη, πῶς ξεῖνον ἐτιμήσασθ’ ἐνὶ οἴκῳ |
|
εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ’ ἀρείον’ ἀτιμήσασ’ ἀποπέμπει." τὸν δ’ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· |
|
"οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ’ ἔθελ’ αὐτός, σίτου δ’ οὐκέτ’ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλ’ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνῄσκοντο, ἡ μὲν δέμνι’ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, |
|
αὐτὰρ ὅ γ’, ὥς τις πάμπαν ὀιζυρὸς καὶ ἄποτμος,
οὐκ ἔθελ’ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλ’ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν ἔδραθ’ ἐνὶ προδόμῳ· χλαῖναν δ’ ἐπιέσσαμεν ἡμεῖς." ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει |
|
ἔγχος ἔχων· ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
βῆ δ’ ἴμεν εἰς ἀγορὴν μετ’ ἐυκνήμιδας Ἀχαιούς. ἡ δ’ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο· "ἄγρειθ’, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι |
|
ῥάσσατέ τ’ ἔν τε θρόνοισ’ εὐποιήτοισι τάπητας
βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθ’ ὕδωρ ἔρχεσθε κρήνηνδε καὶ οἴσετε θᾶσσον ἰοῦσαι. |
|
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλ’ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή." ὣς ἔφαθ’, αἱ δ’ ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, αἱ δ’ αὐτοῦ κατὰ δώματ’ ἐπισταμένως πονέοντο. |
|
ἐς δ’ ἦλθον δρηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες ἦλθον ἀπὸ κρήνης. ἐπὶ δέ σφισιν ἦλθε συβώτης τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι. καὶ τοὺς μέν ῥ’ εἴασε καθ’ ἕρκεα καλὰ νέμεσθαι, |
|
αὐτὸς δ’ αὖτ’ Ὀδυσῆα προσηύδα μειλιχίοισι· "ξεῖν’, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, ἦέ σ’ ἀτιμάζουσι κατὰ μέγαρ’ ὡς τὸ πάρος περ;" τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· "αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τεισαίατο λώβην, |
|
ἣν οἵδ’ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ’ αἰδοῦς μοῖραν ἔχουσιν." ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ἀγχίμολον δέ σφ’ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν, αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, |
|
δεῖπνον μνηστήρεσσι· δύω δ’ ἅμ’ ἕποντο νομῆες.
καὶ τὰς μὲν κατέδησαν ὑπ’ αἰθούσῃ ἐριδούπῳ, αὐτὸς δ’ αὖτ’ Ὀδυσῆα προσηύδα κερτομίοισι· "ξεῖν’, ἔτι καὶ νῦν ἐνθάδ’ ἀνιήσεις κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; |
|
πάντως οὐκέτι νῶι διακρινέεσθαι ὀίω πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλοθι δαῖτες Ἀχαιῶν." ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, ἀλλ’ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. |
|
τοῖσι δ’ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. πορθμῆες δ’ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ’ αἰθούσῃ ἐριδούπῳ, |
|
αὐτὸς δ’ αὖτ’ ἐρέεινε συβώτην ἄγχι παραστάς·
"τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, ἡμέτερον πρὸς δῶμα; τέων δ’ ἒξ εὔχεται εἶναι ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; δύσμορος· ἦ τε ἔοικε δέμας βασιλῆι ἄνακτι· |
|
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀιζύν." ἦ, καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστὰς καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· "χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω |
|
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖσ’ ἔχεαι πολέεσσι.
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε |
|
μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀίω τοιάδε λαίφε’ ἔχοντα κατ’ ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δ’ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισιν, ὤ μοι ἔπειτ’ Ὀδυσῆος ἀμύμονος, ὅς μ’ ἐπὶ βουσὶν |
|
εἷσ’ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δ’ αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως ἀνδρί γ’ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· τὰς δ’ ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοῖς ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροισ’ ἀλέγουσιν, |
|
οὐδ’ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι πόλλ’ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος ἄλλων δῆμον ἱκέσθαι ἰόντ’ αὐτῇσι βόεσσιν |
|
ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα
βουσὶν ἐπ’ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ’ ἀνεκτὰ πέλονται· ἀλλ’ ἔτι τὸν δύστηνον ὀίομαι, εἴ ποθεν ἐλθὼν |
|
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη."
τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· "βουκόλ’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτός, ὅ τοι πινυτὴ φρένας ἵκει, τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· |
|
ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· ἦ σέθεν ἐνθάδ’ ἐόντος ἐλεύσεται οἴκαδ’ Ὀδυσσεύς· σοῖσιν δ’ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ’ ἐθέλῃσθα, κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσι." |
|
τὸν δ’ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· γνοίης χ’, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται." ὣς δ’ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
|
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· μνηστῆρες δ’ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν. τοῖσιν δ’ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· |
|
"ὦ φίλοι, οὐχ ἥμιν συνθεύσεται ἥδε γε βουλή,
Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός." ὣς ἔφατ’ Ἀμφίνομος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος. ἐλθόντες δ’ ἐς δώματ’ Ὀδυσσῆος θείοιο χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, |
|
οἱ δ’ ἱέρευον ὄις μεγάλους καὶ πίονας αἶγας,
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· σπλάγχνα δ’ ἄρ’ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. σῖτον δέ σφ’ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, |
|
καλοῖσ’ ἐν κανέοισιν, ἐοινοχόει δὲ Μελανθεύς.
οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δ’ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐυσταθέος μεγάρου, παρὰ λάινον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· |
|
πὰρ δ’ ἐτίθει σπλάγχνων μοίρας, ἐν δ’ οἶνον ἔχευεν
ἐν δέπαι χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν· "ἐνταυθοῖ νῦν ἧσο μετ’ ἀνδράσιν οἰνοποτάζων· κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν |
|
οἶκος ὅδ’, ἀλλ’ Ὀδυσῆος, ἐμοὶ δ’ ἐκτήσατο κεῖνος.
ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται." ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. |
|
τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· "καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Τηλεμάχου· μάλα δ’ ἧμιν ἀπειλήσας ἀγορεύει. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῶ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ’ ἀγορητήν." |
|
ὣς ἔφατ’ Ἀντίνοος· ὁ δ’ ἄρ’ οὐκ ἐμπάζετο μύθων.
κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δ’ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. οἱ δ’ ἐπεὶ ὤπτησαν κρέ’ ὑπέρτερα καὶ ἑρύσαντο, |
|
μοίρας δασσάμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα. πὰρ δ’ ἄρ’ Ὀδυσσῆι μοῖραν θέσαν, οἳ πονέοντο, ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο. μνηστῆρας δ’ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη |
|
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ’ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, Κτήσιππος δ’ ὄνομ’ ἔσκε, Σάμῃ δ’ ἐνὶ οἰκία ναῖεν· ὃς δή τοι κτεάτεσσι πεποιθὼς πατρὸς ἑοῖο |
|
μνάσκετ’ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον |
|
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ’ ἵκηται.
ἀλλ’ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ δμώων, οἳ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο." ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ, |
|
κείμενον ἐκ κανέοιο λαβών· ὁ δ’ ἀλεύατ’ Ὀδυσσεὺς
ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον· ὁ δ’ εὔδμητον βάλε τοῖχον. Κτήσιππον δ’ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· "Κτήσιππ’, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· |
|
οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
ἦ γάρ κέν σε μέσον βάλον ἔγχει ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. τῶ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, |
|
ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ’ ἔτι νήπιος ἦα.
ἀλλ’ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἴνοιό τε πινομένοιο καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς. ἀλλ’ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· |
|
εἰ δ’ ἤδη μ’ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη τεθνάμεν ἢ τάδε γ’ αἰὲν ἀεικέα ἔργ’ ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά." |
|
ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· "ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοισ’ ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν’ ἄλλον |
|
δμώων, οἳ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἴ σφωιν κραδίῃ ἅδοι ἀμφοτέροιιν. ὄφρα μὲν ὕμιν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, |
|
τόφρ’ οὔ τις νέμεσις μενέμεν τ’ ἦν ἰσχέμεναί
τε μνηστῆρας κατὰ δώματ’, ἐπεὶ τόδε κέρδιον ἦεν, εἰ νόστησ’ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· νῦν δ’ ἤδη τόδε δῆλον, ὅ τ’ οὐκέτι νόστιμός ἐστιν. ἀλλ’ ἄγε σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, |
|
γήμασθ’ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
ὄφρα σὺ μὲν χαίρων πατρώια πάντα νέμηαι, ἔσθων καὶ πίνων, ἡ δ’ ἄλλου δῶμα κομίζῃ." τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "οὐ μὰ Ζῆν’, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, |
|
ὅς που τῆλ’ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθ’ ᾧ κ’ ἐθέλῃ, ποτὶ δ’ ἄσπετα δῶρα δίδωμι· αἰδέομαι δ’ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν." |
|
ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δ’ ἤδη γναθμοῖσι γελώων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ’ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δ’ ὠίετο θυμός. |
|
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· "ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· |
|
εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ’ ἐπιδέδρομεν ἀχλύς." ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δ’ Εὐρύμαχος, Πολύβου πάις, ἦρχ’ ἀγορεύειν· |
|
"ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐίσκει." τὸν δ’ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· "Εὐρύμαχ’, οὔ τί σ’ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν. |
|
εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
καὶ νόος ἐν στήθεσσι τετυγμένος, οὐδὲν ἀεικής· τοῖσ’ ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ’ ἀλέαιτο μνηστήρων, οἳ δῶμα κατ’ ἀντιθέου Ὀδυσῆος |
|
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε."
ὣς εἰπὼν ἐξῆλθε δόμων ἐὺ ναιεταόντων, ἵκετο δ’ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. μνηστῆρες δ’ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες. |
|
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· "Τηλέμαχ’, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος, οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλ’ αὔτως ἄχθος ἀρούρης· |
|
ἄλλος δ’ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. ἀλλ’ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξείνους ἐν νηὶ πολυκλήιδι βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι." ὣς ἔφασαν μνηστῆρες· ὁ δ’ οὐκ ἐμπάζετο μύθων, |
|
ἀλλ’ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει. ἡ δὲ κατ’ ἄντηστιν θεμένη περικαλλέα δίφρον κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουε. |
|
δεῖπνον μὲν γὰρ τοί γε γελώοντες τετύκοντο ἡδύ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ’ ἱέρευσαν· δόρπου δ’ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχ’ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο. |
|
|
[ Homepage | Inhalt | Griechisch | Forum | Feedback ] |
|