top

Sophokles

KÖNIG OIDIPUS - ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ

griechisch

 

sagsin.jpg (1095 Byte)

sagdex.jpg (1082 Byte)
ΟΙΔΙΠΟΥΣΙΕΡΕΥΣ ΚΡΕΩΝ ΤΕΙΡΕΣΙΑΣΙΟΚΑΣΤΗ ΑΓΓΕΛΟΣ ΘΕΡΑΠΩΝ ΕΞΑΓΓΕΛΟΣ
   
     
 
1


  Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
Πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5



  ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
Ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς

10


  πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
 
  Ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15



  ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων
λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον
20



  ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει, κἀνακουφίσαι κάρα
βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου,
25



  φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’
30



  Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
Θεοῖσι μέν νυν οὐκ ἰσούμενός σ’ ἐγὼ
οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,
35



  ὅς γ’ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ’ ἡμὶν ὀρθῶσαι βίον.
40



  Νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν’ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45



  ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν·
ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50



  στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν.
Ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ·
ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς,
55






ΟΙ.
ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι
60



  νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται
μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον, ἡ δ’ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει.
65



  Ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε·
ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ’ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
70



  Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
Καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
75






ΙΕ.
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
Ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ’ ὅσ’ ἂν δηλοῖ θεός.
Ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
80



ΟΙ.

ΙΕ.

ΟΙ.
Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.
Ἀλλ’ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ’ εἷρπε παγκάρπου δάφνης.
Τάχ’ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
85
  Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίν’ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
 




ΟΙ.
Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι
κατ’ ὀρθὸν ἐξελθόντα, πάντ’ ἂν εὐτυχεῖν.
Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90




ΚΡ.

ΟΙ.
οὔτ’ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
95



ΚΡ.



ΟΙ.
Λέγοιμ’ ἂν οἷ’ ἤκουσα τοῦ θεοῦ πάρα.
Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ’ ἐλαύνειν μηδ’ ἀνήκεστον τρέφειν.
Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
100



ΚΡ.

ΟΙ.
ΚΡ.
Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν
λύοντας, ὡς τόδ’ αἷμα χειμάζον πόλιν.
Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
Ἦν ἡμίν, ὦναξ, Λάιός ποθ’ ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ’ ἀπευθύνειν πόλιν.
105



ΟΙ.
ΚΡ.

ΟΙ.
Ἔξοιδ’ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
Οἱ δ’ εἰσὶ ποῦ γῆς; ποῦ τόδ’ εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
110



ΚΡ.

ΟΙ.

ΚΡ.
Ἐν τῇδ’ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον
ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον.
Πότερα δ’ ἐν οἴκοις, ἢ ‘ν ἀγροῖς ὁ Λάιος,
ἢ γῆς ἐπ’ ἄλλης τῷδε συμπίπτει φόνῳ;
Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν
115




ΟΙ.

ΚΡ.
πρὸς οἶκον οὐκέθ’ ἵκεθ’, ὡς ἀπεστάλη.
Οὐδ’ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ’ ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ ἄν;
Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’ εἰδὼς φράσαι.
120



ΟΙ.

ΚΡ.

ΟΙ.
Τὸ ποῖον; ῝Εν γὰρ πόλλ’ ἂν ἐξεύροι μαθεῖν,
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125




ΚΡ.

ΟΙ.
ἐπράσσετ’ ἐνθένδ’, ἐς τόδ’ ἂν τόλμης ἔβη;
Δοκοῦντα ταῦτ’ ἦν· Λαίου δ’ ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ’ ἐξειδέναι;
130



ΚΡ.

ΟΙ.
Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
Ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ·
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,
πρὸς τοῦ θανότος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν·
135



  ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον,
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα.
Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ’ αὐτὸς αὑτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος.
Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν
140



  κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι·
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
Ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω,
145





ΙΕ.
ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς
σὺν τῷ θεῷ φανούμεθ’ ἢ πεπτωκότες.
Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται.
Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα
150
  σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος.
  ΧΟΡΟΣ



  Στρ. 1. Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε
τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα,
δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155








ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
ἢ περιτελλομέναις ὥραις πάλιν
ἐξανύσεις χρέος·
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος,
ἄμβροτε Φάμα.
Αντ. 1. Πρῶτά σε κεκλόμενος, θύγατερ Διός,
ἄμβροτ’ Ἀθάνα,
160



  γαιάοχόν τ’ ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον
εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰώ,
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
165






ὀρνυμένας πόλει
ἠνύσατ’ ἐκτοπίαν φλόγα πήματος,
ἔλθετε καὶ νῦν.
Στρ. 2. Ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
πήματα· νοσεῖ δέ μοι πρόπας
170



  στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος
ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων
καμάτων ἀνέχουσι γυναῖκες·
ἄλλον δ’ ἂν ἄλ-
175






λῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
Αντ. 2. Ὧν πόλις ἀνάριθμος ὄλλυται·
180



  νηλέα δὲ γένεθλα πρὸς πέδῳ
θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δ’ ἄλοχοι πολιαί τ’ ἔπι ματέρες
ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι
λυγρῶν πόνων
185



  ἱκτῆρες ἐπιστενάχουσι.
Παιὰν δὲ λάμ-
πει στονόεσσά τε γῆρυς ὅμαυλος·
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
190



  Στρ. 3 Ἄρεά τε τὸν μαλερόν, ὃς.
νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατος ἀντιάζων,
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἄπουρον, εἴτ’ ἐς μέγαν
195



  θάλαμον Ἀμφιτρίτας,
εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,
τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται·
200






τόν, ὦ <τᾶν> πυρφόρων
ἀστραπᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.
Αντ. 3. Λύκει’ ἄναξ, τά τε σὰ χρυ-
σοστρόφων ἀπ’ ἀγκυλῶν
205



  βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι
ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς
Λύκι’ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210



  τᾶσδ’ ἐπώνυμον γᾶς,
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον
πελασθῆναι φλέγοντ’
ἀγλαῶπι ...
215




ΟΙ.
πεύκᾳ ‘πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
Αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν.
Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ,
220



  ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον·
νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
"Ὅστις ποθ’ ὑμῶν Λάιον τὸν Λαβδάκου
225



  κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ ὑπεξέλοι
αὐτὸς καθ’ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀσφαλής.
230



  Εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἢ ‘ξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ‘γὼ χἠ χάρις προσκείσεται.
Εἰ δ’ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
235



  ἁκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
Τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ’ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω
μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240



  κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν·
ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ’ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245



  τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος
250



  ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ ξυνειδότος,
παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην.
Ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης."
255



  Οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ’ ἀρίστου βασιλέως ὀλωλότος,
ἀλλ’ ἐξερευνᾶν· νῦν δ’ ἐπεὶ κυρῶ τ’ ἐγὼ
ἔχων μὲν ἀρχάς, ἃς ἐκεῖνος εἶχε πρίν,
260



  ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον
κοινῶν τε παίδων κοίν’ ἄν, εἰ κείνῳ γένος
μὴ ‘δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα -
νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη·
ἀνθ’ ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός,
265



  ὑπερμαχοῦμαι, κἀπὶ πάντ’ ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος·
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270



  μήτ’ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά,
μήτ’ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι.
Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις
τάδ’ ἔστ’ ἀρέσκονθ’ ἥ τε σύμμαχος Δίκη
275




ΧΟ.
χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
Ὥσπερ μ’ ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ·
οὔτ’ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ ἔχω
δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ’ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
280



ΟΙ.

ΧΟ.
ΟΙ.
ΧΟ.
Δίκαι’ ἔλεξας· ἀλλ’ ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδ’ ἂν εἷς δύναιτ’ ἀνήρ.
Τὰ δεύτερ’ ἐκ τῶνδ’ ἂν λέγοιμ’ ἅ μοι δοκεῖ.
Εἰ καὶ τρίτ’ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Ἄνακτ’ ἄνακτι ταὔθ’ ὁρῶντ’ ἐπίσταμαι
285





ΟΙ.
μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’ οὗ τις ἂν
σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα.
Ἀλλ’ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ’ ἐπραξάμην·
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται.
290



ΧΟ.
ΟΙ.
ΧΟ.
ΟΙ.
ΧΟ.
Καὶ μὴν τά γ’ ἄλλα κωφὰ καὶ παλαί’ ἔπη.
Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
Ἤκουσα κἀγώ· τὸν δ’ ἰδόντ’ οὐδεὶς ὁρᾷ.
Ἀλλ’ εἴ τι μὲν δὴ δείματός γ’ ἔχει μέρος,
295




ΟΙ.
ΧΟ.
τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ ἀράς.
Ὧι μή ‘στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ.
Ἀλλ’ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ’ ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
300



ΟΙ. Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305



  Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάιον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
310



  Σὺ δ’ οὖν φθονήσας μήτ’ ἀπ’ οἰωνῶν φάτιν,
μήτ’ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος·
ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν
315
  ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων.
 






ΟΙ.
Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην.
ΟΙ. Τί δ’ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
320



ΤΕ.

ΟΙ.

ΤΕ.
Ἄφες μ’ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
Οὔτ’ ἔννομ’ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ’ ἥ σ’ ἔθρεψε, τήνδ’ ἀποστερῶν φάτιν.
῾Ορῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ’ ἰὸν
325




ΟΙ.

ΤΕ.
πρὸς καιρόν· ὡς οὖν μηδ’ ἐγὼ ταὐτὸν πάθω -
Μή, πρὸς θεῶν, φρονῶν γ’ ἀποστραφῇς ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ’ ἱκτήριοι.
Πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’ οὐ μή ποτε
τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ σ’, ἐκφήνω κακά.
330



ΟΙ.

ΤΕ.

ΟΙ.
Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
Ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ· τί ταῦτ’
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335





ΤΕ.

ΟΙ.
φύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε,
ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ;
Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις.
Τίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπη
340




ΤΕ.
ΟΙ.
ΤΕ.
κλύων, ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν;
Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις,
θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη.
345



ΟΙ. Καὶ μὴν παρήσω γ’ οὐδέν, ὡς ὀργῆς ἔχω,
ἅπερ ξυνίημ’. Ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ’, ὅσον
μὴ χερσὶ καίνων· εἰ δ’ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ’ ἔφην εἶναι μόνου.
350



ΤΕ.



ΟΙ.
Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ,
ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι.
Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355




ΤΕ.
ΟΙ.
ΤΕ.
ΟΙ.
τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
Πρὸς σοῦ· σὺ γάρ μ’ ἄκοντα προὐτρέψω λέγειν.
Ποῖον λόγον; λέγ’ αὖθις, ὡς μᾶλλον μάθω.
360



ΤΕ.
ΟΙ.
ΤΕ.
ΟΙ.
ΤΕ.
Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ‘κπειρᾷ λέγειν;
Οὐχ ὥστε γ’ εἰπεῖν γνωστόν· ἀλλ’ αὖθις φράσον.
Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Ἀλλ’ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Εἴπω τι δῆτα κἄλλ’, ἵν’ ὀργίζῃ πλέον;
365



ΟΙ.
ΤΕ.

ΟΙ.
ΤΕ.
Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις
αἴσχισθ’ ὁμιλοῦντ’, οὐδ’ ὁρᾶν ἵν’ εἶ κακοῦ.
Ἦ καὶ γεγηθὼς ταῦτ’ ἀεὶ λέξειν δοκεῖς;
Εἴπερ τί γ’ ἔστι τῆς ἀληθείας σθένος.
370



ΟΙ.

ΤΕ.

ΟΙ.
Ἀλλ’ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ’ οὐκ ἔστ’, ἐπεὶ
τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ.
Σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα.
Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ’ ἐμὲ
375




ΤΕ.

ΟΙ.
ΤΕ.
μήτ’ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ’ ἄν.
Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων ᾧ τάδ’ ἐκπρᾶξαι μέλει.
Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί.
380



ΟΙ. Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ
ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385



  ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ’ ἔφυ τυφλός.
390



  Ἐπεί, φέρ’ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων,
ηὔδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον;
Καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395



  ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων
οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ’ ἀπ’ οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400







ΧΟ.
παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἁγηλατήσειν· εἰ δὲ μὴ ‘δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ ἔπη
405






ΤΕ.
ὀργῇ λελέχθαι καὶ τὰ σ’, Οἰδίπου, δοκεῖ.
Δεῖ δ’ οὐ τοιούτων, ἀλλ’ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ’ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσ’ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ·
410



  οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι.
Λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’ εἶ κακοῦ,
οὐδ’ ἔνθα ναίεις, οὐδ’ ὅτων οἰκεῖς μέτα.
415



  Ἆρ’ οἶσθ’ ἀφ’ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω.
Καί σ’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον.
420



  Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις
ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών;
Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν
425







ΟΙ.
ἅ σ’ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
Ἦ ταῦτα δῆτ’ ἀνεκτὰ πρὸς τούτου κλύειν;
430





ΤΕ.
ΟΙ.
Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
ἄψορρος οἴκων τῶνδ’ ἀποστραφεὶς ἄπει;
Οὐδ’ ἱκόμην ἔγωγ’ ἄν, εἰ σὺ μὴ ‘κάλεις.
Οὐ γάρ τί σ’ ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ
σχολῇ σ’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
435



ΤΕ.

ΟΙ.
ΤΕ.
ΟΙ.
Ἡμεῖς τοιοίδ’ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δ’ οἵ σ’ ἔφυσαν, ἔμφρονες.
Ποίοισι; μεῖνον· τίς δέ μ’ ἐκφύει βροτῶν;
Ἥδ’ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Ὡς πάντ’ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
440



ΤΕ.
ΟΙ.
ΤΕ.
ΟΙ.
ΤΕ.
Οὔκουν σὺ ταῦτ’ ἄριστος εὑρίσκειν ἔφυς;
Τοιαῦτ’ ὀνείδιζ’ οἷς ἔμ’ εὑρήσεις μέγαν.
Αὕτη γε μέντοι σ’ ἡ τύχη διώλεσεν.
Ἀλλ’ εἰ πόλιν τήνδ’ ἐξέσωσ’ οὔ μοι μέλει.
Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
445



ΟΙ.

ΤΕ.
Κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ ἐμποδὼν
ὀχλεῖς, συθείς τ’ ἂν οὐκ ἂν ἀλγύναις πλέον.
Εἰπὼν ἄπειμ’ ὧν οὕνεκ’ ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς.
Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι
450



  ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαίειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ’ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ’ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455



  καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460




ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ’ ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς μ’ ἐψευσμένον,
φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

ΧΟ. Στρ. 1. Τίς ὅντιν’ ἁ θεσπιέπει-
α Δελφὶς εἶπε πέτρα
465



  ἄρρητ’ ἀρρήτων τελέσαν-
τα φοινίαισι χερσίν;
Ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν·
ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει
470






πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δ’ ἅμ’ ἕπονται
Κῆρες ἀναπλάκητοι.
Αντ. 1. Ἔλαμψε γὰρ τοῦ νιφόεν-
τος ἀρτίως φανεῖσα
475



  φάμα Παρνασσοῦ τὸν ἄδη-
λον ἄνδρα πάντ’ ἰχνεύειν·
φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν
ὕλαν ἀνά τ’ ἄντρα καὶ
πέτρας ἅτε ταῦρος,
μέλεος μελέῳ ποδὶ χηρεύων,
480






τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα· τὰ δ’ αἰεὶ
ζῶντα περιποτᾶται.
Στρ. 2. Δεινὰ μὲν οὖν, δεινὰ ταράσ-
σει σοφὸς οἰωνοθέτας,
485



  οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσ-
κονθ’· ὅ τι λέξω δ’ ἀπορῶ·
πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν-
θάδ’ ὁρῶν οὔτ’ ὀπίσω.
Τί γὰρ ἢ Λαβδακίδαις
490



  ἢ τῷ Πολύβου νεῖ-
κος ἔ κειτ’; Οὔτε πάροιθέν
ποτ’ ἔγωγ’ οὔτε τανῦν πω
ἔμαθον πρὸς ὅτου δὴ
βασάνῳ <πεῖραν ἔχων>
495






ἐπὶ τὰν ἐπίδαμον
φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων.
Αντ. 2. Ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὅ τ’ Ἀπόλ-
λων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ’ ὅτι μάν-
500



  τις πλέον ἢ ‘γὼ φέρεται,
κρίσις οὐκ ἔστιν ἀληθής·
σοφίᾳ δ’ ἂν σοφίαν
παραμείψειεν ἀνήρ·
ἄλλ’ οὔποτ’ ἔγωγ’ ἄν,
505



  πρὶν ἴδοιμ’ ὀρθὸν ἔπος, μεμ-
φομένων ἂν καταφαίην.
Φανερὰ γὰρ ἐπ’ αὐτῷ
πτερόεσσ’ ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη
510





ΚΡ.
βασάνῳ θ’ ἁδύπολις· τῷ ἀπ’ ἐμᾶς
φρενὸς οὔποτ’ ὀφλήσει κακίαν.
Ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515



  πάρειμ’ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν
520






ΧΟ.
ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλ’ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
525



ΚΡ.

ΧΟ.
ΚΡ.
Τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι.
Ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
530



ΧΟ.

ΟΙ.
Οὐκ οἶδ’· ἃ γὰρ δρῶσ’ οἱ κρατοῦντες οὐχ ὁρῶ.
Αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ.
Οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἢ τοσόνδ’ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535



  λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
Φέρ’ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν’ ἔν μοι ταῦτ’ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε
δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών;
540






ΚΡ.
Ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται;
Οἶσθ’ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ’ ἀντάκουσον, κᾆτα κρῖν’ αὐτὸς μαθών.
545



ΟΙ.

ΚΡ.
ΟΙ.
ΚΡ.
Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ’ εὕρηκ’ ἐμοί.
Τοῦτ’ αὐτὸ νῦν μου πρῶτ’ ἄκουσον ὡς ἐρῶ.
Τοῦτ’ αὐτὸ μή μοι φράζ’ ὅπως οὐκ εἶ κακός.
Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550




ΟΙ.

ΚΡ.
εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Ξύμφημί σοι ταῦτ’ ἔνδικ’ εἰρῆσθαι· τὸ δὲ
πάθημ’ ὁποῖον φῂς παθεῖν δίδασκέ με.
555



ΟΙ.

ΚΡ.
ΟΙ.
ΚΡ.
Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ’ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Καὶ νῦν ἔθ’ αὑτός εἰμι τῷ βουλεύματι.
Πόσον τιν’ ἤδη δῆθ’ ὁ Λάιος χρόνον -
Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
560



ΟΙ.
ΚΡ.
ΟΙ.
ΚΡ.
ΟΙ.
ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Μακροὶ παλαιοί τ’ ἂν μετρηθεῖεν χρόνοι.
Τότ’ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Σοφός γ’ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Ἐμνήσατ’ οὖν ἐμοῦ τι τῷ τότ’ ἐν χρόνῳ;
565



ΚΡ.
ΟΙ.
ΚΡ.
ΟΙ.
ΚΡ.
Οὔκουν ἐμοῦ γ’ ἑστῶτος οὐδαμοῦ πέλας.
Ἀλλ’ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε;
Παρέσχομεν, πῶς δ’ οὐχί; κοὐκ ἐκύρσαμεν.
Πῶς οὖν τόθ’ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
Οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
570



ΟΙ.
ΚΡ.
ΟΙ.

ΚΡ.
Τοσόνδε γ’ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν -
Ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι.
ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς
οὐκ ἄν ποτ’ εἶπεν Λαίου διαφθοράς.
Εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ
575




ΟΙ.
ΚΡ.
ΟΙ.
ΚΡ.
μαθεῖν δικαιῶ ταὔθ’ ἅπερ κἀμοῦ σὺ νῦν.
Ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
580



ΟΙ.
ΚΡ.
ΟΙ.
ΚΡ.
Ἃν ᾖ θέλουσα πάντ’ ἐμοῦ κομίζεται.
Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος.
Οὔκ, εἰ διδοίης γ’ ὡς ἔχω σαυτῷ λόγον.
Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ ἂν δοκεῖς
585



  ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντ’, εἰ τά γ’ αὔθ’ ἕξει κράτη.
Ἐγὼ μὲν οὖν οὔτ’ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590



  Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω·
εἰ δ’ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
Πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595



  ὥστ’ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι.
Πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε;
600



  οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
Ἀλλ’ οὔτ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν,
οὔτ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
Καὶ τῶνδ’ ἔλεγχον, τοῦτο μὲν Πυθώδ’ ἰών,
πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι·
605



  τοῦτ’ ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μ’ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δὲ, τῇ τ’ ἐμῇ καὶ σῇ, λαβών,
γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610



  χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ’ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
Ἀλλ’ ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615




ΧΟ.

ΟΙ.
κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν.
620





ΚΡ.
ΟΙ.
ΚΡ.
Εἰ δ’ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμέν’ ἔσται, τἀμὰ δ’ ἡμαρτημένα.
Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
Ὅταν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν....
625



ΟΙ.
ΚΡ.
ΚΡ.
ΚΡ.
ΚΡ.

Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
Οὐ γὰρ φρονοῦντά σ’ εὖ βλέπω. ΟΙ. Τὸ γοῦν ἐμόν.
Ἀλλ’ ἐξ ἴσου δεῖ κἀμόν. ΟΙ. Ἀλλ’ ἔφυς κακός.
Εἰ δὲ ξυνίης μηδέν; ΟΙ. Ἀρκτέον γ’ ὅμως.
Οὔτοι κακῶς γ’ ἄρχοντος. ΟΙ. Ὢ πόλις, πόλις.
630


ΚΡ.
ΧΟ.
Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ.
Παύσασθ’, ἄνακτες· καιρίαν δ’ ὑμῖν ὁρῶ
τήνδ’ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ ἧς
τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών.
 
  Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635







ΚΡ.
γλώσσης ἐπήρασθ’, οὐδ’ ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
Οὐκ εἶ σύ τ’ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’ οἴσετε;
Ὅμαιμε, δεινά μ’ Οἰδίπους, ὁ σὸς πόσις,
640





ΟΙ.

ΚΡ.
δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν,
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι
645




ΙΟ.


ΧΟ
.
δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι.
Στρ. Πιθοῦ θελήσας φρονή-
650




ΟΙ.
ΧΟ.
σας τ’, ἄναξ, λίσσομαι.
Τί σοι θέλεις δῆτ’ εἰκάθω;
Τὸν οὔτε πρὶν νήπιον
νῦν τ’ ἐν ὅρκῳ μέγαν καταίδεσαι.
655



ΟΙ.
ΧΟ.

ΟΙ.
Οἶσθ’ οὖν ἃ χρῄζεις; ΧΟ. Οἶδα. ΟΙ. Φράζε δὴ τί φῄς.
Τὸν ἐναγῆ φίλον μήποτ’ ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ [σ’] ἄτιμον βαλεῖν.
Εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς.
660

ΧΟ. Στρ. Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω.
665






ΟΙ.
Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνου-
σα τρύχει ψυχάν, τάδ’ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
῾Ο δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν,
670






ΚΡ.
ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ·
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται.
Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
675




ΟΙ.

ΧΟ.
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
Οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ; KR. Πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ ἴσος.
Αντ. Γύναι, τί μέλλεις κομί-
ζειν δόμων τόνδ’ ἔσω;
680



ΙΟ.
ΧΟ.

ΙΟ.
Μαθοῦσά γ’ ἥτις ἡ τύχη.
Δόκησις ἀγνὼς λόγων
ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ 'νδικον.
Ἀμφοῖν ἀπ’ αὐτοῖν; ΧΟ. Ναίχι. ΙΟ. Καὶ τίς ἦν λόγος;
685



ΧΟ.

ΟΙ.
Ἅλις ἔμοιγ’ ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν.
Ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
690



ΧΟ. Αντ. Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι,
ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
695





ΙΟ.
σαλεύουσαν κατ’ ὀρθὸν οὔρισας·
τανῦν δ’ εὔπομπος, εἰ δύνᾳ, γενοῦ.
Πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
700



ΟΙ.

ΙΟ.
ΟΙ.
ΙΟ.
Ἐρῶ - σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω -
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Φονέα μέ φησι Λαίου καθεστάναι.
Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
705



ΟΙ.

ΙΟ.
Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γ’ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ ‘πάκουσον καὶ μάθ’ οὕνεκ’ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης·
710



  φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα·
χρησμὸς γὰρ ἦλθε Λαίῳ ποτ’, οὐκ ἐρῶ
Φοίβου γ’ ἀπ’ αὐτοῦ, τῶν δ’ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν
ὅστις γένοιτ’ ἐμοῦ τε κἀκείνου πάρα.
715



  Καὶ τὸν μέν, ὥσπερ γ’ ἡ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσ’ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος.
720



  Κἀνταῦθ’ Ἀπόλλων οὔτ’ ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρός, οὔτε Λάιον,
τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν.
Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725




ΟΙ.

ΙΟ.
ΟΙ.
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
Οἷόν μ’ ἀκούσαντ’ ἀτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ποίας μερίμνης τοῦθ’ ὑποστραφεὶς λέγεις;
Ἔδοξ’ ἀκοῦσαι σοῦ τόδ’, ὡς ὁ Λάιος
730




ΙΟ.
ΟΙ.
ΙΟ.
κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
Ηὐδᾶτο γὰρ ταῦτ’ οὐδέ πω λήξαντ’ ἔχει.
Καὶ ποῦ ‘σθ’ ὁ χῶρος οὗτος, οὗ τόδ’ ἦν πάθος;
Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ’ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
735



ΟΙ.
ΙΟ.

ΟΙ.
ΙΟ.
Καὶ τίς χρόνος τοῖσδ’ ἐστὶν οὑξεληλυθώς;
Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ’ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτ’ ἐκηρύχθη πόλει.
Ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Τί δ’ ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον;
740



ΟΙ.

ΙΟ.

ΟΙ.
Μήπω μ’ ἐρώτα· τὸν δὲ Λάιον φύσιν
τίν’ εἶχε φράζε, τίνα δ’ ἀκμὴν ἥβης ἔχων.
Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἴμοι τάλας· ἔοικ’ ἐμαυτὸν εἰς ἀρὰς
745




ΙΟ.
ΟΙ.

ΙΟ.
δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Πῶς φῄς; ὀκνῶ τοι πρὸς σ’ ἀποσκοποῦσ’, ἄναξ.
Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ.
Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Καὶ μὴν ὀκνῶ μέν, ἃν δ’ ἔρῃ μαθοῦσ’ ἐρῶ.
750



ΟΙ.

ΙΟ.

ΟΙ.
Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷ’ ἀνὴρ ἀρχηγέτης;
Πέντ’ ἦσαν οἱ ξύμπαντες, ἐν δ’ αὐτοῖσιν ἦν
κῆρυξ· ἀπήνη δ’ ἦγε Λάιον μία.
Αἰαῖ, τάδ’ ἤδη διαφανῆ. Τίς ἦν ποτε
755




ΙΟ.
ΟΙ.
ΙΟ.
ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος.
Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Οὐ δῆτ’· ἀφ’ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ’ εἶδ’ ἔχοντα Λάιόν τ’ ὀλωλότα,
760



  ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ’ ἄποπτος ἄστεως.
Κἄπεμψ’ ἐγώ νιν· ἄξιος γὰρ οἷ’ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
765



ΟΙ.
ΙΟ.
ΟΙ.

ΙΟ.
Πῶς ἂν μόλοι δῆθ’ ἡμὶν ἐν τάχει πάλιν;
Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι;
Δέδοικ’ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ’ ἄγαν
εἰρημέν’ ᾖ μοι, δι’ ἅ νιν εἰσιδεῖν θέλω.
Ἀλλ’ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770




ΟΙ.
κἀγὼ τά γ’ ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ.
Κοὐ μὴ στερηθῇς γ’ ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ’ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ’ ἰών;
Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775



  μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ’ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ’ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
Ἀνὴρ γὰρ ἐν δείπνοις μ’ ὑπερπλησθεὶς μέθῃ
780



  καλεῖ παρ’ οἴνῳ πλαστὸς ὡς εἴην πατρί.
Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ’ ἰὼν πέλας
μητρὸς πατρός τ’ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785



  Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’
ἔκνιζέ μ’ αἰεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ.
Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ’ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ ἀθλίῳ
790



  καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’
ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ ὁρᾶν,
φονεὺς δ’ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
Κἀγὼ ‘πακούσας ταῦτα τὴν Κορινθίαν
795



  ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα
ἔφευγον, ἔνθα μήποτ’ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
Στείχων δ’ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800



  Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς
ὅτ’ ἦ κελεύθου τῆσδ’ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ’ ὅ θ’ ἡγεμὼν
805



  αὐτός θ’ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι’ ὀργῆς· καί μ’ ὁ πρέσβυς ὡς ὁρᾷ
ὄχον παραστείχοντα, τηρήσας μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810



  Οὐ μὴν ἴσην γ’ ἔτεισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαίῳ τι συγγενές,
815



  τίς τοῦδέ γ’ ἀνδρὸς νῦν ἔτ’ ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ ἀνήρ;
ᾧ μὴ ξένων ἔξεστι μηδ’ ἀστῶν τινα
δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ’ ἀπ’ οἴκων. Καὶ τάδ’ οὔτις ἄλλος ἦν
820



  ἢ ‘γὼ ‘π’ ἐμαυτῷ τάσδ’ ἀρὰς ὁ προστιθείς.
Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν
χραίνω, δι’ ὧνπερ ὤλετ’. Ἆρ’ ἔφυν κακός;
ἆρ’ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825



  μήτ’ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν,
Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.
Ἆρ’ οὐκ ἀπ’ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ’ ἀνδρὶ τῷδ’ ἂν ὀρθοίη λόγον;
830







ΧΟ.
Μὴ δῆτα, μὴ δῆτ’, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ’ ἰδεῖν
κηλῖδ’ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Ἡμῖν μέν, ὦναξ, ταῦτ’ ὀκνήρ’· ἕως δ’ ἂν οὖν
835




ΟΙ.

ΙΟ.
ΟΙ.
πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ ἐλπίδα.
Καὶ μὴν τοσοῦτόν γ’ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον.
Πεφασμένου δὲ τίς ποθ’ ἡ προθυμία;
Ἐγὼ διδάξω σ’· ἢν γὰρ εὑρεθῇ λέγων
840




ΙΟ.
ΟΙ.
σοὶ ταὔτ’, ἔγωγ’ ἂν ἐκπεφευγοίην πάθος.
Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ‘κτανον·
845






ΙΟ.
οὐ γὰρ γένοιτ’ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν·
850



  πόλις γὰρ ἤκουσ’, οὐκ ἐγὼ μόνη, τάδε.
Εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ’, ὦναξ, τόν γε Λαίου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855







ΟΙ.
Καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε
κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο.
Ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ
βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον.
Καλῶς νομίζεις. Ἀλλ’ ὅμως τὸν ἐργάτην
860




ΙΟ.

ΧΟ.
πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ’ ἀφῇς.
Πέμψω ταχύνασ’· ἀλλ’ ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὔ σοι φίλον.
Στρ. 1. Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν
εὔσεπτον ἁγνείαν λόγων
865



  ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται
ὑψίποδες, οὐρανίαν
δι’ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ μόνος, οὐδέ νιν
θνατὰ φύσις ἀνέρων
870






ἔτικτεν, οὐδὲ μήποτε λά-
θα κατακοιμάσῃ·
μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει.
Αντ. 1. Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ
πολλῶν ὑπερπλησθῇ μάταν
875



  ἃ μὴ ‘πίκαιρα μηδὲ συμφέροντα,
ἀκρότατα γεῖσ’ ἀναβᾶσ’
[ἄφαρ] ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ’ οὐ ποδὶ χρησίμῳ
χρῆται. Τὸ καλῶς δ’ ἔχον
880






πόλει πάλαισμα μήποτε λῦ-
σαι θεὸν αἰτοῦμαι·
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
Στρ. 2. Εἰ δέ τις ὑπέροπτα χερ-
σὶν ἢ λόγῳ πορεύεται,
885



  Δίκας ἀφόβητος οὐδὲ
δαιμόνων ἕδη σέβων,
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
890



  καὶ τῶν ἀσέπτων ἔρξεται,
ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων.
Τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμοῦ βέλη
ἔρξεται ψυχᾶς ἀμύ-
895



  νων; εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
τί δεῖ με χορεύειν;
Αντ. 2. Οὐκέτι τὸν ἄθικτον εἶ-
μι γᾶς ἐπ’ ὀμφαλὸν σέβων,
900



  οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν,
οὐδὲ τὰν Ὀλυμπίαν,
εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
Ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις,
Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι
905



  σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
Φθίνοντα γὰρ Λαίου παλαιὰ
θέσφατ’ ἐξαιροῦσιν ἤ-
δη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
910




ΙΟ.
ἔρρει δὲ τὰ θεῖα.
Χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915



  λύπαισι παντοίαισιν; οὐδ’ ὁποῖ’ ἀνὴρ
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ’ ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ.
Ὅτ’ οὖν παραινοῦσ’ οὐδὲν ἐς πλέον ποῶ,
πρὸς σ’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920


  ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
ὅπως λύσιν τιν’ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
 
  Ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου
925





ΧΟ.

ΑΓ.
τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου;
μάλιστα δ’ αὐτὸν εἴπατ’, εἰ κάτισθ’, ὅπου.
Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἀλλ’ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
930




ΙΟ.


ΑΓ.

γένοιτ’, ἐκείνου γ’ οὖσα παντελὴς δάμαρ.
Αὕτως δὲ καὶ σύ γ’, ὦ ξέν’· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας οὕνεκ’. Ἀλλὰ φράζ’ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
935



ΙΟ.
ΑΓ.

ΙΟ.
ΑΓ.
Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ ἀφιγμένος;
Ἐκ τῆς Κορίνθου. Τὸ δ’ ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν - πῶς δ’ οὐκ ἄν; - ἀσχάλλοις δ’ ἴσως.
Τί δ’ ἔστι; ποίαν δύναμιν ὧδ’ ἔχει διπλῆν;
Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940




ΙΟ.
ΑΓ.
ΙΟ.
ΑΓ.
τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ ἐκεῖ.
Τί δ’; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
Οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος;
Εἰ δὲ μὴ λέγω γ’ ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν.
945



  Ὦ πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ ὡς τάχος
μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα,
ἵν’ ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρ’ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ’ ὕπο.
950



ΟΙ.

ΙΟ.

ΟΙ.
Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μ’ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν’ ἵν’ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οὗτος δὲ τίς ποτ’ ἐστί, καὶ τί μοι λέγει;
955



ΙΟ.

ΟΙ.
ΑΓ.
Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτ’ ὄντα Πόλυβον, ἀλλ’ ὀλωλότα.
Τί φῄς, ξέν’; αὐτός μοι σὺ σημήνας γενοῦ.
Εἰ τοῦτο πρῶτον δεῖ μ’ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ’ ἐκεῖνον θανάσιμον βεβηκότα.
960



ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ;
Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή.
Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Φεῦ φεῦ, τί δῆτ’ ἄν, ὦ γύναι, σκοποῖτό τις
965



  τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω
κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς, ἐγὼ δ’ ὅδ’ ἐνθάδε
ἄψαυστος ἔγχουσ - εἴ τι μὴ τὠμῷ πόθῳ
970






ΙΟ.
ΟΙ.
κατέφθιθ’· οὕτω δ’ ἂν θανὼν εἴη ‘ξ ἐμοῦ.
Τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ’ Ἅιδῃ Πόλυβος ἄξι’ οὐδενός.
Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι;
Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
975



ΙΟ.
ΟΙ.
ΙΟ.
Μὴ νῦν ἔτ’ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ;
Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής;
εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980







ΟΙ.
Σὺ δ’ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ’ ὅτῳ
παρ’ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Καλῶς ἅπαντα ταῦτ’ ἂν ἐξείρητό σοι,
985





ΙΟ.
ΟΙ.
ΑΓ.
εἰ μὴ ‘κύρει ζῶσ’ ἡ τεκοῦσα· νῦν δ’ ἐπεὶ
ζῇ, πᾶσ’ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Καὶ μὴν μέγας [γ’] ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος.
Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ ὕπερ;
990



ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Τί δ’ ἔστ’ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
Ἦ ῥητόν; ἢ οὐ[χὶ] θεμιτὸν ἄλλον εἰδέναι;
Μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ
995



  χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
Ὧν οὕνεχ’ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ’ ἥδιστον βλέπειν.
1000



ΑΓ.
ΟΙ.
ΑΓ.

ΟΙ.
Ἦ γὰρ τάδ’ ὀκνῶν κεῖθεν ἦσθ’ ἀπόπτολις;
Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Τί δῆτ’ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ’, ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Καὶ μὴν χάριν γ’ ἂν ἀξίαν λάβοις ἐμοῦ.
1005



ΑΓ.

ΟΙ.
ΑΓ.
ΟΙ.
Καὶ μὴν μάλιστα τοῦτ’ ἀφικόμην, ὅπως
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Ἀλλ’ οὔποτ’ εἶμι τοῖς φυτεύσασιν γ’ ὁμοῦ.
Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με.
1010



ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
Εἰ τῶνδε φεύγεις οὕνεκ’ εἰς οἴκους μολεῖν -
Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Τοῦτ’ αὐτό, πρέσβυ· τοῦτό μ’ εἰσαεὶ φοβεῖ.
Ἆρ’ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
1015



ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
Πῶς δ’ οὐχί, παῖς γ’ εἰ τῶνδε γεννητῶν ἔφυν;
῾Οθούνεκ’ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ ἴσον.
Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
1020



ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
Ἀλλ’ οὔ σ’ ἐγείνατ’ οὔτ’ ἐκεῖνος οὔτ’ ἐγώ.
Ἀλλ’ ἀντὶ τοῦ δὴ παῖδά μ’ ὠνομάζετο;
Δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Κᾆθ’ ὧδ’ ἀπ’ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ’ ἀπαιδία.
1025



ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
Σὺ δ’ ἐμπολήσας, ἢ τυχών μ’ αὐτῷ δίδως;
Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Ἐνταῦθ’ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
1030



ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
Σοῦ δ’, ὦ τέκνον, σωτήρ γε τῷ τότ’ ἐν χρόνῳ.
Τί δ’ ἄλγος ἴσχοντ’ ἐν κακοῖς με λαμβάνεις;
Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά.
Οἴμοι, τί τοῦτ’ ἀρχαῖον ἐννέπεις κακόν;
Λύω σ’ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
1035



ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
Δεινόν γ’ ὄνειδος σπαργάνων ἀνειλόμην.
Ὥστ’ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
Οὐκ οἶδ’· ὁ δοὺς δὲ ταῦτ’ ἐμοῦ λῷον φρονεῖ.
Ἦ γὰρ παρ’ ἄλλου μ’ ἔλαβες οὐδ’ αὐτὸς τυχών;
1040



ΑΓ.
ΟΙ.
ΑΓ.
ΟΙ.
ΑΓ.
Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;
Τῶν Λαίου δήπου τις ὠνομάζετο.
Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
1045



ΟΙ.
ΑΓ.
ΟΙ.

Ἦ κἄστ’ ἔτι ζῶν οὗτος, ὥστ’ ἰδεῖν ἐμέ;
Ὑμεῖς γ’ ἄριστ’ εἰδεῖτ’ ἂν οὑπιχώριοι.
Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρ’ ὃν ἐννέπει,
εἴτ’ οὖν ἐπ’ ἀγρῶν εἴτε κἀνθάδ’ εἰσιδών;
1050




ΧΟ.


ΟΙ.
σημήναθ’, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.
Οἶμαι μὲν οὐδέν’ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ’ ἂν τάδ’ οὐχ ἥκιστ’ ἂν Ἰοκάστη λέγοι.
Γύναι, νοεῖς ἐκεῖνον ὅντιν’ ἀρτίως
1055




ΙΟ.

ΟΙ.
μολεῖν ἐφιέμεσθα τόν θ’ οὗτος λέγει -
Τί δ’ ὅντιν’ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οὐκ ἂν γένοιτο τοῦθ’, ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτ’ οὐ φανῶ τοὐμὸν γένος.
1060



ΙΟ.

ΟΙ.

ΙΟ.
Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
κήδῃ, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦσ’ ἐγώ.
Θάρσει· σὺ μὲν γὰρ οὐδ’ ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή.
Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
1065



ΟΙ.
ΙΟ.
ΟΙ.
ΙΟ.
ΟΙ.
Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ ἐκμαθεῖν σαφῶς.
Καὶ μὴν φρονοῦσά γ’ εὖ τὰ λῷστά σοι λέγω.
Τὰ λῷστα τοίνυν ταῦτά μ’ ἀλγύνει πάλαι.
Ὦ δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ.
Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070




ΙΟ.

ΧΟ.
ταύτην δ’ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ’ ἔχω
μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον.
Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας
ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως
1075




ΟΙ.
μὴ ‘κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά.
῾Οποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι.
Αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080



  Ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι.
Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
Τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι
1085




ΧΟ.
ποτ’ ἄλλος, ὥστε μὴ ‘κμαθεῖν τοὐμὸν γένος.
Στρ. Εἴπερ ἐγὼ μάντις εἰμὶ
καὶ κατὰ γνώμαν ἴδρις,
οὐ τὸν Ὄλυμπον ἀπείρων,
ὦ Κιθαιρών, οὐκ ἔσῃ τὰν αὔριον
1090



  πανσέληνον,
μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου
καὶ τροφὸν καὶ ματέρ’ αὔξειν,
καὶ χορεύεσθαι πρὸς ἡμῶν,
ὡς ἐπίηρα φέροντα
1095



  τοῖς ἐμοῖς τυράννοις.
Ἰήιε Φοῖβε, σοὶ δὲ
ταῦτ’ ἀρέστ’ εἴη.
Αντ. Τίς σε, τέκνον, τίς σ’ ἔτικτε
τῶν μακραιώνων ἄρα
1100



  Πανὸς ὀρεσσιβάτα πα-
τρὸς πελασθεῖσ’, ἢ σέ γ’ εὐνάτειρά τις
Λοξίου; τῷ
γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ’ ὁ Κυλλάνας ἀνάσσων,
1105



  εἴθ’ ὁ Βακχεῖος θεὸς ναί-
ων ἐπ’ ἄκρων ὀρέων <σ’> εὕ-
ρημα δέξατ’ ἔκ του
Νυμφᾶν ῾Ελικωνίδων,
αἷς πλεῖστα συμπαίζει.
1110



ΟΙ. Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
1115





ΧΟ.

ΟΙ.
ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου
προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος.
Ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαίου γὰρ ἦν,
εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ.
Σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον·
1120



  ἦ τόνδε φράζεις; ΑΓ. Τοῦτον, ὅνπερ εἰσορᾷς.
ΟΙ. Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ’ ἄν σ’ ἐρωτῶ. Λαίου ποτ’ ἦσθα σύ;

 


ΟΙ.
Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ’ οἴκοι τραφείς.
Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα;
1125



ΘΕ.
ΟΙ.
ΘΕ.
ΟΙ.
ΘΕ.
Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν;
Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
Τὸν ἄνδρα τόνδ’ οὖν οἶσθα τῇδέ που μαθών;
Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;
1130



ΟΙ.
ΘΕ.
ΑΓ.
Τόνδ’ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως;
Οὐχ ὥστε γ’ εἰπεῖν ἐν τάχει μνήμης ὕπο.
Κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ ἐγὼ σαφῶς
ἀγνῶτ’ ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ’ ὅτι
κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον
1135



  ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ ἑνὶ
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα δ’ ἤδη τἀμά τ’ εἰς ἔπαυλ’ ἐγὼ
ἤλαυνον οὗτός τ’ εἰς τὰ Λαίου σταθμά.
1140




ΘΕ.
ΑΓ.

ΘΕ.

Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον;
Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Φέρ’ εἰπὲ νῦν, τότ’ οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Τί δ’ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
1145



ΑΓ.
ΘΕ.
ΟΙ.

ΘΕ.
Ὅδ’ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ’ ἦν νέος.
Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ;
Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ’ ἔπη.
Τί δ’, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
1150



ΟΙ.
ΘΕ.
ΟΙ.
ΘΕ.
ΟΙ.
Οὐκ ἐννέπων τὸν παῖδ’ ὃν οὗτος ἱστορεῖ.
Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ ἄλλως πονεῖ.
Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ ἐρεῖς.
Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’ αἰκίσῃ.
Οὐχ ὡς τάχος τις τοῦδ’ ἀποστρέψει χέρας;
1155



ΘΕ.
ΟΙ.
ΘΕ.
ΟΙ.
ΘΕ.
Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
Τὸν παῖδ’ ἔδωκας τῷδ’ ὃν οὗτος ἱστορεῖ;
Ἔδωκ’· ὀλέσθαι δ’ ὤφελον τῇδ’ ἡμέρᾳ.
Ἀλλ’ εἰς τόδ’ ἥξεις μὴ λέγων γε τοὔνδικον.
Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
1160



ΟΙ.
ΘΕ.
ΟΙ.
ΘΕ.
ΟΙ.
Ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ εἶπον ὡς δοίην πάλαι.
Πόθεν λαβών; οἰκεῖον ἢ ‘ξ ἄλλου τινός;
Ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του.
Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
1165



ΘΕ.
ΟΙ.
ΘΕ.
ΟΙ.
ΘΕ.
Μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον.
Ὄλωλας, εἴ σε ταῦτ’ ἐρήσομαι πάλιν.
Τῶν Λαίου τοίνυν τις ἦν γεννημάτων.
Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς;
Οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν.
1170



ΟΙ.
ΘΕ.

ΟΙ.
ΟΙ.
Κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον.
Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· ἡ δ’ ἔσω
κάλλιστ’ ἂν εἴποι σὴ γυνὴ τάδ’ ὡς ἔχει.
Ἦ γὰρ δίδωσιν ἥδε σοι; ΘΕ. Μάλιστ’, ἄναξ.
Ὡς πρὸς τί χρείας; ΘΕ. Ὡς ἀναλώσαιμί νιν.
1175



ΟΙ.
ΟΙ.
ΟΙ.
ΘΕ.
Τεκοῦσα τλήμων; ΘΕ. Θεσφάτων γ’ ὄκνῳ κακῶν.
Ποίων; ΘΕ. Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.
Πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ;
Κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
1180





ΟΙ.
κάκ’ εἰς μέγιστ’ ἔσωσεν· εἰ γὰρ οὗτος εἶ
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
Ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ.
Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’
1185




ΧΟ.
οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών.
Στρ. 1. Ἰὼ γενεαὶ βροτῶν,
ὡς ὑμᾶς ἴσα καὶ τὸ μη-
δὲν ζώσας ἐναριθμῶ.
Τίς γάρ, τίς ἀνὴρ πλέον
1190



  τᾶς εὐδαιμονίας φέρει
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ’ ἀποκλῖναι;
Τὸν σόν τοι παράδειγμ’ ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ
1195



  τλᾶμον Οἰδιπόδα, βροτῶν
οὐδὲν μακαρίζω·
Αντ. 1. ὅστις καθ’ ὑπερβολὰν
τοξεύσας ἐκράτησε τοῦ
πάντ’ εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον
1200



  χρησμῳδόν, θανάτων δ’ ἐμᾷ
χώρᾳ πύργος ἀνέστας·
ἐξ οὗ καὶ βασιλεὺς καλῇ
ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι-
μάθης ταῖς μεγάλαισιν ἐν
Θήβαισ[ιν] ἀνάσσων.
Στρ. 2. Τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος;
1205



  τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις
ξύνοικος ἀλλαγᾷ βίου;
Ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ᾧ μέγας λιμὴν
αὑτὸς ἤρκεσεν
παιδὶ καὶ πατρὶ
θαλαμηπόλῳ πεσεῖν,
1210



  πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ-
αί σ’ ἄλοκες φέρειν, τάλας,
σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε;
Αντ. 2. Ἐφηῦρέ σ’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν χρόνος·
δικάζει τὸν ἄγαμον γάμον πάλαι
1215



  τεκνοῦντα καὶ τεκνούμενον.
Ἰώ, Λαίειον <ὦ> τέκνον·
εἴθε σ’ εἴθ’ <ἐγὼ>
μήποτ’ εἰδόμαν·
δύρομαι γὰρ ὥσ-
ερ ἰήλεμον χέων
1220

  ἐκ στομάτων. Τὸ δ’ ὀρθὸν εἰ-
πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν
καὶ κατεκοίμησα τοὐμὸν ὄμμα.
 

  Ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι,
οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’
1225



  ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
Οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ
1230





ΧΟ.

ΕΞ.
ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν
μάλιστα λυποῦσ’ αἳ φανῶσ’ αὐθαίρετοι.
Λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ
βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς;
῾Ο μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
1235




ΧΟ.
ΕΞ.
μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
Ὦ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας;
Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
Ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
1240



  πεύσῃ τὰ κείνης ἀθλίας παθήματα.
Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω
θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ’ ἀμφιδεξίοις ἀκμαῖς.
Πύλας δ’ ὅπως εἰσῆλθ’ ἐπιρράξασ’ ἔσω,
1245



  κάλει τὸν ἤδη Λάιον πάλαι νεκρόν,
μνήμην παλαιῶν σπερμάτων ἔχουσ’, ὑφ’ ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν·
γοᾶτο δ’ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
1250



  ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ ἐκ τέκνων τέκοι.
Χὤπως μὲν ἐκ τῶνδ’ οὐκέτ’ οἶδ’ ἀπόλλυται·
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’ οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ’ εἰς ἐκεῖνον περιπολοῦντ’ ἐλεύσσομεν·
1255



  φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
γυναῖκά τ’ οὐ γυναῖκα, μητρῴαν δ’ ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
Λυσσῶντι δ’ αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
1260



  Δεινὸν δ’ ἀύσας, ὡς ὑφηγητοῦ τινος
πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ ἐσείδομεν,
πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ
1265



  ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας,
χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ
ἔκειθ’ ὁ τλήμων, δεινὰ δ’ ἦν τἀνθένδ’ ὁρᾶν.
Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
περόνας ἀπ’ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
1270



  ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,
αὐδῶν τοιαῦθ’, ὁθούνεκ’ οὐκ ὄψοιντό νιν
οὔθ’ οἷ’ ἔπασχεν οὔθ’ ὁποῖ’ ἔδρα κακά,
ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο.
1275



  Τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ
ἤρασσ’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ
γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν
φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἵματός τ’ ἐτέγγετο.
1280



  Τάδ’ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά,
ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
῾Ο πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
1285




ΧΟ.
ΕΞ.
ὅσ’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν.
Νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ;
Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητρὸσ - αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι,
1290



  ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ’ ἔτι
μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο.
῾Ρώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
1295





ΧΟ.
διοίγεται· θέαμα δ’ εἰσόψει τάχα
τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι.
Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
ὦ δεινότατον πάντων ὅσ’ ἐγὼ
προσέκυρσ’ ἤδη· τίς σ’, ὦ τλῆμον,
1300



  προσέβη μανία; τίς ὁ πηδήσας
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
Φεῦ φεῦ, δύσταν’· ἀλλ’ οὐδ’ ἐσιδεῖν
δύναμαί σε, θέλων πόλλ’ ἀνερέσθαι,
1305





ΟΙ.
πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι·
τοίαν φρίκην παρέχεις μοι.
Αἰαῖ αἰαῖ,
φεῦ φεῦ,
δύστανος ἐγώ,
ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι
1310





ΧΟ.
ΟΙ.
φθογγὰ διαπωτᾶται φοράδην;
ἰὼ δαῖμον, ἵν’ ἐξήλου.
Ἐς δεινὸν οὐδ’ ἀκουστὸν οὐδ’ ἐπόψιμον.
Στρ. 1. Ἰὼ σκότου
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
1315







ΧΟ.
ἀδάματόν τε καὶ δυσούριστον <ὄν>.
Οἴμοι,
οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα
κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν.
Καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
1320




ΟΙ.
διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
Αντ. 1. Ἰὼ φίλος,
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
Φεῦ φεῦ,
1325





ΧΟ.

ΟΙ.
οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ’ ἐπῆρε δαιμόνων;
Στρ. 2. Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι,
1330


  ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα.
Ἔπαισε δ’ αὐτόχειρ νιν οὔ-
τις, ἀλλ’ ἐγὼ τλάμων.
Τί γὰρ ἔδει μ’ ὁρᾶν,
1335




ΧΟ.
ΟΙ.
ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
Ἦν ταῦθ’ ὅπωσπερ καὶ σὺ φής.
Τί δῆτ’ ἐμοὶ βλεπτὸν ἦν
στερκτόν; ἢ προσήγορον
ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι;
1340
  Ἀπάγετ’ ἐκτόπιον
ὅτι τάχιστά με,
ἀπάγετ’, ὦ φίλοι,
τὸν μέγ' ὀλέθριον,
1345





ΧΟ.

ΟΙ.
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
ἐχθρότατον βροτῶν.
Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὥς σ’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν.
Αντ. 2. Ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδας
1350



  νομάδ’ ἐπιποδίας ἔλαβ’ ἀπό τε φόνου
ἔρυτο κἀνέσωσεν, οὐ-
δὲν εἰς χάριν πράσσων.
Τότε γὰρ ἂν θανὼν
1355




ΧΟ.
ΟΙ.
οὐκ ἦν φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος.
Θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν.
Οὔκουν πατρός γ’ ἂν φονεὺς
ἦλθον, οὐδὲ νυμφίος
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
1360
  Νῦν δ’ ἄθεος μέν εἰμ’,
ἀνοσίων δὲ παῖς,
ὁμογενὴς δ’ ἀφ’ ὧν
αὐτὸς ἔφυν τάλας.
1365





ΧΟ.

ΟΙ.
Εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,
τοῦτ’ ἔλαχ’ Οἰδίπους.
Οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς.
κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός.
Ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα,
1370



  μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι.
Ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών,
οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν
ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα.
1375



  Ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος,
βλαστοῦσ’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
Οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων
ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
1380



  κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
ἀπεστέρησ’ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαίου.
Τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
1385



  ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
Ἥκιστά γ’· ἀλλ’ εἰ τῆς ἀκουούσης ἔτ’ ἦν
πηγῆς δι’ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν’ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
1390



  τὴν φροντίδ’ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
Ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου; τί μ’ οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395



  λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
νῦν γὰρ κακός τ’ ὢν κἀκ κακῶν εὑρίσκομαι.
Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη,
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
1400



  αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ ὅτι
οἷ’ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ ἰὼν
ὁποῖ’ ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι,
ἐφύσαθ’ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405



  ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε
πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ ἐμφύλιον,
νύμφας γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
Ἀλλ’, οὐ γὰρ αὐδᾶν ἔσθ’ ἃ μηδὲ δρᾶν καλόν,
1410



  ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που
καλύψατ’, ἢ φονεύσατ’, ἢ θαλάσσιον
ἐκρίψατ’, ἔνθα μήποτ’ εἰσόψεσθ’ ἔτι.
Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν·
πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
1415




ΧΟ.


ΟΙ.
οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.
Ἀλλ’ ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ’ ὅδε
Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.
Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ ἔπος;
1420





ΚΡ.
τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ
πάρος πρὸς αὐτὸν πάντ’ ἐφεύρημαι κακός.
Οὔθ’ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,
οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
Ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι
1425



  γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα
αἰδεῖσθ’ ἄνακτος Ἡλίου, τοιόνδ’ ἄγος
ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
Ἀλλ’ ὡς τάχιστ’ ἐς οἶκον ἐσκομίζετε·
1430





ΟΙ.
τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ ὁρᾶν
μόνοις τ’ ἀκούειν εὐσεβῶς ἔχει κακά.
Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ ἀπέσπασας,
ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ ἐμέ,
πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ, φράσω.
1435



ΚΡ.
ΟΙ.

ΚΡ.
Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;
Ῥῖψόν με γῆς ἐκ τῆσδ’ ὅσον τάχισθ’, ὅπου
θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.
Ἔδρασ’ ἄν, εὖ τοῦτ’ ἴσθ’, ἄν, εἰ μὴ τοῦ θεοῦ
πρώτιστ’ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον.
1440



ΟΙ.

ΚΡ.

ΟΙ.
Ἀλλ’ ἥ γ’ ἐκείνου πᾶσ’ ἐδηλώθη φάτις,
τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ ἀπολλύναι.
Οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’, ἵν’ ἕσταμεν
χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον.
Οὕτως ἄρ’ ἀνδρὸς ἀθλίου πεύσεσθ’ ὕπερ;
1445



ΚΡ.
ΟΙ.
Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.
Καὶ σοί γ’ ἐπισκήπτω τε καὶ προστρέψομαι·
τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον
θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε
1450



  πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν·
ἀλλ’ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν’ ἐξ ἐκείνων οἵ μ’ ἀπωλλύτην, θάνω.
1455



  Καίτοι τοσοῦτόν γ’ οἶδα, μήτε μ’ ἂν νόσον
μήτ’ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
θνῄσκων ἐσώθην, μὴ ‘πί τῳ δεινῷ κακῷ.
Ἀλλ’ ἡ μὲν ἡμῶν μοῖρ’ ὅποιπερ εἶσ’ ἴτω·
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
1460



  προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ
σπάνιν ποτὲ σχεῖν, ἔνθ’ ἂν ὦσι, τοῦ βίου·
ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός, ἀλλ’ ὅσων ἐγὼ
1465



  ψαύοιμι, πάντων τῶνδ’ ἀεὶ μετειχέτην·
τοῖν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά.
Ἴθ’, ὦναξ,
ἴθ’, ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
1470



  δοκοῖμ’ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ ἔβλεπον.
Τί φημί;
οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν
δακρυρροούντοιν, καί μ’ ἐποικτίρας Κρέων
ἔπεμψέ μοι τὰ φίλτατ’ ἐγγόνοιν ἐμοῖν;
1475



  λέγω τι;
ΚΡ. Λέγεις· ἐγὼ γάρ εἰμ’ ὁ πορσύνας τάδε,
γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ’ εἶχεν πάλαι.
ΟΙ. Ἀλλ’ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
δαίμων ἄμεινον ἢ ‘μὲ φρουρήσας τύχοι.
1480



  Ὦ τέκνα, ποῦ ποτ’ ἐστέ; δεῦρ’ ἴτ’, ἔλθετε
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν’, οὔθ’ ὁρῶν οὔθ’ ἱστορῶν,
1485



  πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω,
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
Ποίας γὰρ ἀστῶν ἥξετ’ εἰς ὁμιλίας,
1490



  ποίας δ’ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
πρὸς οἶκον ἵξεσθ’ ἀντὶ τῆς θεωρίας;
Ἀλλ’ ἡνίκ’ ἂν δὴ πρὸς γάμων ἥκητ’ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
τοιαῦτ’ ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς
1495



  γονεῦσιν ἔσται σφῷν θ’ ὁμοῦ δηλήματα;
Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ’ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500



  Τοιαῦτ’ ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ;
οὐκ ἔστιν οὐδείς, ὦ τέκν’, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
Ὦ παῖ Μενοικέως, ἀλλ’ ἐπεὶ μόνος πατὴρ
ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ‘φυτεύσαμεν,
1505



  ὀλώλαμεν δύ’ ὄντε, μή σφε περιίδῃς
πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,
μηδ’ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
Ἀλλ’ οἴκτισόν σφας, ὧδε τηλικάσδ’ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510



  Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
Σφῷν δ’, ὦ τέκν’, εἰ μὲν εἰχέτην ἤδη φρένας,
πόλλ’ ἂν παρῄνουν· νῦν δὲ τοῦτ’ εὔχεσθέ μοι
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
1515



ΚΡ.
ΟΙ.
ΟΙ.
ΟΙ.
ΟΙ.
Ἅλις ἵν’ ἐξήκεις δακρύων· ἀλλ’ ἴθι στέγης ἔσω.
Πειστέον, κεἰ μηδὲν ἡδύ. ΚΡ. Πάντα γὰρ καιρῷ καλά.
Οἶσθ’ ἐφ’ οἷς οὖν εἶμι; ΚΡ. Λέξεις, καὶ τότ’ εἴσομαι κλύων.
Γῆς μ’ ὅπως πέμψεις ἄποικον. ΚΡ. Τοῦ θεοῦ μ’ αἰτεῖς δόσιν.
Ἀλλὰ θεοῖς γ’ ἔχθιστος ἥκω. ΚΡ. Τοιγαροῦν τεύξῃ τάχα.
1520



ΟΙ.
ΟΙ.
ΟΙ.
[ΧΟ.
Φῂς τάδ’ οὖν; ΚΡ. Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
Ἄπαγέ νύν μ’ ἐντεῦθεν ἤδη. ΚΡ. Στεῖχέ νυν, τέκνων δ’ ἀφοῦ.
Μηδαμῶς ταύτας γ’ ἕλῃ μου. ΚΡ. Πάντα μὴ βούλου κρατεῖν·
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε,
1525



  ὃς τὰ κλείν’ αἰνίγματ’ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν,
ὥστε θνητὸν ὄντ’ ἐκείνην τὴν τελευταίαν ἰδεῖν
ἡμέραν ἐπισκοποῦντα μηδέν’ ὀλβίζειν, πρὶν ἂν
1530

  τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.]
     
     

 
[ Homepage | Hellas 2000 | Stilistik | Latein | Latein. Lektüre | Lateinisches Wörterbuch | Lateinischer Sprachkurs | Lateinische Grammatik | Lat.Textstellen | Römische Geschichte | Griechisch | Griech. Lektüre | Griechisches Wörterbuch | Griechischer Sprachkurs | Griechische Grammatik | Griech.Textstellen | Griechische Geschichte | LandkartenBeta-Converter | Varia | Mythologie | Bibliographie | Ethik | Literaturabfrage]
Site-Suche:
Benutzerdefinierte Suche
bottom