| Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
| Χο. | φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
[στρ. α. |
||
| μηδὲ δεμνιοτήρης, |
|||
| 1450 | μόλοι τὸν ἀεὶ φέρουσ’ ἐν ἡμῖν
Μοῖρ' ἀτέλευτον ὕπνον, δαμέντος |
||
| φύλακος εὐμενεστάτου [καὶ] |
|||
| πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι- | |||
| κὸς
δ' ἀπέφθισεν βίον. |
|||
| 1455 | - |
ἰὼ ἰὼ παράνους Ἑλένα [ἐφυμν. α |
|
| ψυχὰς ὀλέσασ’ ὑπὸ Τροίᾳ, |
|||
| νῦν τελέαν πολύμναστον ἐπηνθίσω |
|||
| 1460 | δι' αἷμ' ἄνιπτον ἥτις ἦν τότ' ἐν δόμοις | ||
| ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς. |
|||
| Κλ. | μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς· μηδ' εἰς Ἑλένην κότον ἐκτρέψῃς, |
||
| 1465 | ὡς ἀνδρολέτειρ', ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ’ |
||
| ἀξύστατον
ἄλγος ἔπραξε. |
|||
| Χο. | δαῖμον, ὃς ἐμπίτνεις δώμασι
καὶ διφυί- [ἀντ. α. |
||
| οισι Τανταλίδαισιν, |
|||
| 1470 | κράτος <τ'> ἰσόψυχον
ἐκ γυναικῶν καρδιόδηκτον ἐμοὶ κρατύνεις, |
||
| ἐπὶ δὲ σώματος δίκαν [μοι] |
|||
| κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ- | |||
| μνεῖν ἐπεύχεαι <κακόν>. |
|||
| 1475 | Κλ. | νῦν δ' ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον δαίμονα γέννης τῆσδε κικλῄσκων. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς νείρᾳ τρέφεται· πρὶν καταλῆξαι |
|
| 1480 | τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. |
||
| Χο. | ἦ μέγαν οἴκοις τοῖσδε [στρ.
β. δαίμονα καὶ βαρύμηνιν αἰνεῖς, |
||
| φεῦ φεῦ, κακὸν αἶνον |
|||
| ἀτηρᾶς τύχας ἀκόρεστον· |
|||
| 1485 | ἰὼ
ἰὴ διαὶ Διὸς |
||
| τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται; | |||
τί τῶνδ' οὐ θεόκραντόν ἐστιν; |
|||
- |
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν.
β. |
||
| 1490 | πῶς σε δακρύσω; | ||
φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω; |
|||
| κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ' | |||
| ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων, |
|||
| ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον
|
|||
| 1495 | δολίῳ μόρῳ δαμεὶς <δάμαρτος> |
||
| ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. | |||
| Κλ. | αὐχεῖς εἶναι τόδε τοὔργον
ἐμόν· μὴ δ' ἐπιλεχθῇς ᾿Αγαμεμνονίαν εἶναί μ' ἄλοχον. |
||
| 1500 | φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ' ὁ παλαιὸς δριμὺς ἀλάστωρ ᾿Ατρέως χαλεποῦ θοινατῆρος τόνδ' ἀπέτεισεν, |
||
τέλεον νεαροῖς ἐπιθύσας. |
|||
| 1505 | Χο. | ὡς μὲν ἀναίτιος εἶ [ἀντ.
β. τοῦδε φόνου τίς ὁ μαρτυρήσων; |
|
πῶ πῶ; πατρόθεν δὲ |
|||
| συλλήπτωρ γένοιτ' ἂν ἀλάστωρ. |
|||
| βιάζεται δ' ὁμοσπόροις |
|||
| 1510 | ἐπιρροαῖσιν
αἱμάτων |
||
| μέλας Ἄρης, ὅποι δίκαν προβαίνων | |||
πάχνᾳ κουροβόρῳ παρέξει. |
|||
| - |
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν.
β. πῶς σε δακρύσω; |
||
| 1515 | φρενὸς
ἐκ φιλίας τί ποτ' εἴπω; |
||
| κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ' | |||
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων, |
|||
| ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον | |||
δολίῳ
μόρῳ δαμεὶς <δάμαρτος> |
|||
| 1520 | Κλ. |
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
[οὔτ' ἀνελεύθερον οἶμαι θάνατον τῷδε γενέσθαι.] οὐδὲ γὰρ οὗτος δολίαν ἄτην οἴκοισιν ἔθηκ'; |
|
| 1525 | ἀλλ' ἐμὸν ἐκ τοῦδ' ἔρνος ἀερθέν,
† τὴν πολύκλαυτόν τ' ᾿Ιφιγενείαν, ἄξια δράσας, ἄξια πάσχων, μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω, ξιφοδηλήτῳ |
||
θανάτῳ τείσας ἅπερ ἔρξεν. |
|||
| 1530 | Χο. | ἀμηχανῶ φροντίδος στερηθεὶς [στρ. γ. |
|
εὐπάλαμον μέριμναν |
|||
ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου. |
|||
| δέδοικα δ' ὄμβρου κτύπον δομοσφαλῆ | |||
τὸν αἱματηρόν. ψακὰς δὲ λήγει; |
|||
| 1535 | δίκην [δ'] ἐπ' ἄλλο πρᾶγμα θηγάνει βλάβης | ||
- |
πρὸς
ἄλλαις θηγάναισι Μοῖρα. |
||
| 1540 | δροίτης κατέχοντα χάμευναν. |
||
τίς
ὁ θάψων νιν; τίς ὁ θρηνήσων; |
|||
| 1545 | ψυχῇ
τ' ἄχαριν χάριν ἀντ' ἔργων |
||
μεγάλων ἀδίκως ἐπικρᾶναι; |
|||
- |
τίς δ' ἐπιτύμβιος αἶνον ἐπ'
ἀνδρὶ θείῳ σὺν δακρύοις ἰάπτων |
||
| 1550 | ἀληθείᾳ φρενῶν πονήσει; |
||
| Κλ. | οὐ σὲ προσήκει τὸ μέλημ' ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν κάππεσε, κάτθανε, καὶ καταθάψομεν οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων, |
||
| 1555 | ἀλλ' Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή, πατέρ' ἀντιάσασα πρὸς ὠκύπορον πόρθμευμ' ἀχέων |
||
περὶ χεῖρε βαλοῦσα φιλήσει. |
|||
| 1560 | Χο. | ὄνειδος ἥκει τόδ' ἀντ' ὀνείδους, [ἀντ. γ. | |
δύσμαχα δ' ἐστὶ κρῖναι. |
|||
φέρει φέροντ', ἐκτίνει δ' ὁ καίνων. |
|||
| μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς | |||
<παθεῖν τὸν ἔρξαντα>· θέσμιον γάρ. |
|||
| 1565 | τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι
δόμων; |
||
κεκόλληται γένος πρὸς ἄτᾳ. |
|||
| Κλ. |
ἐς τόνδ' ἐνέβη σὺν ἀληθείᾳ |
||
| 1570 | ὅρκους
θεμένη τάδε μὲν στέργειν, |
||
| 1575 | βαιὸν
ἐχούσῃ πᾶν ἀπόχρη μοι, |
||
ἀλληλοφόνους ἀφελούσῃ. |
|||