| Nos personalia non concoquimus. Nostri consocii (Google, Affilinet) suas vias sequuntur: Google, ut intentionaliter te proprium compellet, modo ac ratione conquirit, quae sint tibi cordi. Uterque consocius crustulis memorialibus utitur. Concedis, si legere pergis. |
Tyrt.2D | Tyrt.3aD | Tyrt.3bD | Tyrt.4D | Tyrt.5D | Tyrt.6D | Tyrt.7D | Tyrt.8D | Tyrt.9D | Tyrt.10D | Tyrt.11D |
| Tyrt.2D | |
| (2) | αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης, |
|
Ζεὺς Ἠρακλείδαις ἄστυ δέδωκε τόδε· |
|
| οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα | |
|
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα. |
|
| Tyrt.3aD | |
| Ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων | |
|
χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου· |
|
| ἄρχειν μὲν βουλῇ θεοτιμήτους βασιλῆας, | |
|
οἷσι μέλει Σπάρτης ἰσχερόεσσα πόλις, |
|
| 5 | πρεσβυγενεῖς τε γέροντας. ἔπειτα δὲ δημότας άνδρας |
|
εὐθείην ῥήτρας ἀνταμειβομένους· |
|
| μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια, | |
|
μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν· |
|
| δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι. | |
| 10 |
Φοῖβος γὰρ περὶ τῶν ὧδ' ἀνέφηνε πόλει. |
| Tyrt.3bD | |
| (4) | Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ' ἔνεικαν |
|
μαντείας τε θεοῦ καὶ τελέεντ' ἔπεα· |
|
| ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, | |
|
οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, |
|
| 5 | πρεσβυγενέας τε γέροντας· ἔπειτα δὲ δημότας ἄνδρας |
|
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους. |
|
| Tyrt.4D | |
| (5) | ἡμετέρῳ βασιλῃ, θεοῖσι φίλῳ Θεοπόμπῳ, |
|
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον, |
|
| Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν· | |
|
ἀμφ' αὐτὴν δ' ἐμάχοντ' ἐννέα καὶ δέκ' ἔτη |
|
| 5 | νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, |
|
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· |
|
| εἰκοστῷ δ' οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες | |
|
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. |
|
| Tyrt.5D | |
| (6) | ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, |
|
δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς |
|
| ἥμισυ πάνθ' ὅσσων καρπὸν ἄρουρα φέρει. | |
|
....... |
|
| (7) | δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, |
|
εὖτέ τιν' οὐλομένη μοῖρα κίχοι θανάτου. |
|
| Tyrt.6D und 7D | |
| (10) | τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα |
|
ἄνδρ' ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον· |
|
| τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς | |
|
πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον, |
|
| 5 | πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι |
|
παισί τε σὺν μικροῖς κουριδίῃ τ' ἀλόχῳ. |
|
| ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται, | |
|
χρησμοσύνῃ τ' εἴκων καὶ στυγερῇ πενίῃ, |
|
| αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει, | |
| 10 |
πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται. |
| εἰ δ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη | |
|
γίνεται οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος. |
|
| θυμῷ γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων | |
|
θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι. |
|
| 15 | ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες, |
|
μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, |
|
| ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, | |
|
μὴ δὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι· |
|
| τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά, | |
| 20 |
μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. |
| αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα | |
|
κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, |
|
| ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, | |
|
θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίῃ, |
|
| 25 | αἱματόεντ’ αἰδοῖα φίλαισ’ ἐν χερσὶν ἔχοντα - |
|
αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν, |
|
| καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν, | |
|
ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ, |
|
| ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ | |
| 30 |
ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών. |
| ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι | |
|
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών. |
|
| Tyrt.8D | |
| (11) | ἀλλ', ῾Ηρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ, |
|
θαρσεῖτ'· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει· |
|
| μηδ' ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε, | |
|
ἰθὺς δ' ἐς προμάχους ἀσπίδ' ἀνὴρ ἐχέτω, |
|
| 5 | ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας |
|
κῆρας ὁμῶς αὐγαῖς ἠελίοιο φίλας. |
|
| ἴστε γὰρ ὡς ῎Αρεος πολυδακρύου ἔργ' ἀίδηλα· | |
|
εὖ δ' ὀργὴν ἐδάητ' ἀργαλέου πολέμου, |
|
| καὶ μετὰ φευγόντων τε διωκόντων τ' ἐγένεσθε, | |
| 10 |
ὦ νέοι, ἀμφοτέρων δ' ἐς κόρον ἠλάσατε. |
| οἳ μὲν γὰρ τολμῶσι παρ' ἀλλήλοισι μένοντες | |
|
ἔς τ' αὐτοσχεδίην καὶ προμάχους ἰέναι, |
|
| παυρότεροι θνῄσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω· | |
|
τρεσσάντων δ' ἀνδρῶν πᾶσ' ἀπόλωλ' ἀρετή. |
|
| 15 | οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, |
|
ὅσσ', ἢν αἰσχρὰ μάθῃ, γίνεται ἀνδρὶ κακά· |
|
| ἀργαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν | |
|
ἀνδρὸς φεύγοντος δηίῳ ἐν πολέμῳ· |
|
| αἰσχρὸς δ' ἐστὶ νέκυς κατακείμενος ἐν κονίῃσι | |
| 20 |
νῶτον ὄπισθ' αἰχμῇ δουρὸς ἐληλάμενος. |
| ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι | |
|
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών, |
|
| μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους | |
|
ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος· |
|
| 25 | δεξιτερῇ δ' ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος, |
|
κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς· |
|
| ἔρδων δ' ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν, | |
|
μηδ' ἐκτὸς βελέων ἑστάτω ἀσπίδ' ἔχων, |
|
| ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχει μακρῷ | |
| 30 |
ἢ ξίφει οὐτάζων δήιον ἄνδρ' ἑλέτω, |
| καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ' ἀσπίδος ἀσπίδ' ἐρείσας, | |
|
ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ |
|
| καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω, | |
|
ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἔχων. |
|
| 35 | ὑμεῖς δ', ὦ γυμνῆτες, ὑπ' ἀσπίδος ἄλλοθεν ἄλλος |
|
πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις |
|
| δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς, | |
|
τοῖσι πανόπλοισιν πλησίον ἱστάμενοι. |
|
| Tyrt.9D | |
| (12) | οὔτ' ἂν μνησαίμην οὔτ' ἐν λόγῳ ἄνδρα τιθείην |
|
οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης, |
|
| οὐδ' εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε, | |
|
νικῴη δὲ θέων Θρηίκιον Βορέην, |
|
| 5 | οὐδ' εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη, |
|
πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον, |
|
| οὐδ' εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἴη, | |
|
γλῶσσαν δ' ᾿Αδρήστου μειλιχόγηρυν ἔχοι, |
|
| οὐδ' εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς· | |
| 10 |
οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμῳ |
| εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα, | |
|
καὶ δηίων ὀρέγοιτ' ἐγγύθεν ἱστάμενος. |
|
| ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον | |
|
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ νέῳ. |
|
| 15 | ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμῳ, |
|
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένῃ |
|
| νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται, | |
|
ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος, |
|
| θαρσύνῃ δ' ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς· | |
| 20 |
οὗτος ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμῳ. |
| αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας | |
|
τρηχείας· σπουδῇ δ' ἔσχεθε κῦμα μάχης, |
|
| αὐτὸς δ' ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν, | |
|
ἄστυ τε καὶ λαοὺς καὶ πατέρ' εὐκλείσας, |
|
| 25 | πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης |
|
καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος. |
|
| τὸν δ' ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες, | |
|
ἀργαλέῳ δὲ πόθῳ πᾶσα κέκηδε πόλις, |
|
| καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι | |
| 30 |
καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω· |
| οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ' ὄνομ' αὐτοῦ, | |
|
ἀλλ' ὑπὸ γῆς περ ἐὼν γίνεται ἀθάνατος, |
|
| ὅντιν' ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε | |
|
γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσῃ. |
|
| 35 | εἰ δὲ φύγῃ μὲν κῆρα τανηλεγέος θανάτοιο, |
|
νικήσας δ' αἰχμῆς ἀγλαὸν εὖχος ἕλῃ, |
|
| πάντες μιν τιμῶσιν, ὁμῶς νέοι ἠδὲ παλαιοί, | |
|
πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀίδην, |
|
| γηράσκων δ' ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν | |
| 40 |
βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει, |
| πάντες δ' ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ' αὐτὸν | |
|
εἴκουσ' ἐκ χώρης οἵ τε παλαιότεροι. |
|
| ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι | |
|
πειράσθω θυμῷ μὴ μεθιεὶς πολέμου. |
|
| Tyrt.10D | |
| (13) | αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν. |
| Tyrt.11D | |
| (14) | πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου. |
Site-Suche:
Benutzerdefinierte Suche
|