ΚΕΦΑΛΑΙΑ
oder: Kernsätze aus der Lektüre
Griech. Lektüre
|
Apollodor
|
Aristoteles
|
Chariton
|
Apollodor
|
Herodot
|
Hesiod
|
Hippodamos
|
Hippokrates
|
Homer
|
Hesiod
|
Pausanias
|
Platon
|
Thukydides
|
Vorsokratiker
|
Herodot
Herodot über seine Stoffauswahl:
τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν, τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε· τὰ δὲ ἐπ' ἐμεῦ ἦν μεγάλα, πρότερον ἦν σμικρά. τὴν ἀνθρωπηίην ὤν ἐπιστάμενος
εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν
, ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως. (Herod.1,5,4)
Die drei Allsätze Solons an Kroisos
τὸ θεῖον πᾶν ἐόν φθονερόν (Herod.1,32,1)
πᾶν ἐστι ἄνθρωπος συμφορή (Herod.1,32,4)
ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκές ἐστιν (Herod.1,32,8) [cf. Plat.Polit.369b]
Der Gott in Delphi:
Τὴν πεπρωμένην μοῖραν ἀδύνατά ἐστι ἀποφυγεῖν καὶ θεῷ (Herod.1,91,1)
Kroisos zu Kyros:
πάθος-μάθος-Satz:
τὰ δέ μοι παθήματα ἐόντα ἀχάριτα μαθήματα γέγονε (Herod.1,207,1)
κύκλος-Satz:
ἐκεῖνο πρῶτον μάθε, ὡς κύκλος τῶν ἀνθρωπηίων ἐστὶ πρηγμάτων, περιφερόμενος δὲ οὐκ ἐᾷ αἰεὶ τοὺς αὐτοὺς; εὐτυχέειν. (Herod.1,207,2).
Der Warner Artabanos zu Xerxes
τὸ γὰρ εὗ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν (Herod.7,10,δ2)
ὁρᾷς τὰ ὑπερέχοντα ζῷα, ὡς κεραυνοῖ ὁ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι - Φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν (
Herod.7,10,ε1
)
οὐ γὰρ ἐᾷ φρονέειν μέγα ὁ θεὸς ἄλλον ἢ ἑωυτόν (Herod.7,10,ε1)
ἐπειχθῆναι μέν νυν πᾶν πρῆγμα τίκτει σφάλματα, ἐκ τῶν ζημίαι μεγάλαι φιλέουσι γίνεσθαι (Herod.7,10,ζ1)
οὐδεὶς οὕτω ἄνθρωπος ἐὼν εὐδαίμων πέφυκε ..., τῷ οὐ παραστήσεται πολλάκις καὶ οὐκὶ ἅπαξ τεθνάναι βούλεσθαι μᾶλλον ἢ ζώειν. (Herod.7,46,3)
ὁ μὲν θάνατος μοχθηρῆς ἐούσης τῆς ζόης καταφυγὴ αἱρετωτάτη τῷ ἀνθρώπῳ γέγονε, ὁ δὲ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών. (Herod.7,46,3).
Demaretos zu Xerxes
τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί, ἀρετὴ δὲ ἔπακτος ἐστί, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ· τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην. (Herod.7,102,1).
ἐλεύθεροι γὰρ ἐόντες <οἱ Λακεδαιμόνιοι > οὐ πάντα ἐλεύθεροι εἰσί· ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ. (Herod.7,104,4).
Sophokles
Antigone im
Prolog
zu Ismene
πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν, ὥστε μὴ οὐ καλῶς θανεῖν. (Soph.Ant.96f.)
Aus der
Parodos
der Antigone
Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει (Soph.Ant.127f.)
Aus dem berühmten
1. Stasimon
der Antigone
πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. (Soph.Ant.332)
περιφραδὴς ἀνήρ·
κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα
καὶ ἀστυνόμους ὀργὰς ἐδιδάξατο
παντοπόρος· ἄπορος ἐπ' οὐδὲν ἔρχεται τὸ μέλλον·
Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· (Soph.Ant.347-361)
νόμους γεραίρων χθονὸς θεῶν τ' ἔνορκον δίκαν, ὑψίπολις· (Soph.Ant.368-370)
Platon, Politeia
Thrasymachos zu
Sokrates
φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος συμφέρον (Plat.Polit.338e)
τοῦτ' οὖν ἐστιν, ὦ βέλτιστε, ὃ λέγω ἐν ἁπάσαις ταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον (Plat.Polit.338e)
Sokrates
' Gegenthese (aus dem Mund Glaukons):
παντὶ τρόπῳ ἄμεινόν ἐστιν δίκαιον εἶναι ἢ ἄδικον (Plat.Polit.357a)
Glaukon als "advocatus Thrasymachi"
οὐδεὶς ἑκὼν δίκαιος ἀλλ' ἀναγκαζόμενος (Plat.Polit.360c)
Sokrates
über die Entstehung eines Staates
Γίγνεται τοίνυν, ἦν δ' ἐγώ, πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν [ὢν] ἐνδεής· ἢ τίν' οἴει ἀρχὴν ἄλλην πόλιν οἰκίζειν; - Οὐδεμίαν, ἦ δ' ὅς. (Plat.Polit.369b)
Zwei Forderungen (νόμοι τε καὶ τύποι) an die Götter:
μὴ πάντων αἴτιον τὸν θεὸν ἀλλὰ τῶν ἀγαθῶν. (Plat.Polit.380c)
μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήτε ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ. (Plat.Polit.383a)
Sokrates
über das Ziel der Staatsgründung:
οὐ μὴν πρὸς τοῦτο βλέποντες τὴν πόλιν οἰκίζομεν, ὅπως ἕν τι ἡμῖν ἔθνος ἔσται διαφερόντως εὔδαιμον, ἀλλ' ὅπως ὅτι μάλιστα ὅλη ἡ πόλις. ᾠήθημεν γὰρ ἐν τῇ τοιαύτῃ μάλιστα ἂν εὑρεῖν δικαιοσύνην καὶ αὖ ἐν τῇ κάκιστα οἰκουμένῃ (Plat.Polit.420b)
τί οὖν; οὐ καὶ ἡμεῖς, φαμέν, παράδειγμα ἐποιοῦμεν [472ε] λόγῳ ἀγαθῆς πόλεως; (Plat.Polit.472d,e)
Der Philosophen - Königs - Satz (als condicio sine qua non für die Realisierbarkeit des Modellstaates):
ἐὰν μή, ἦν δ' ἐγώ, ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἐν [473d] ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ νῦν πορευομένων χωρὶς ἐφ' ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε Γλαύκων, ταῖς πόλεσι, δοκῶ δ' οὐδὲ τῷ ἀνθρωπίνῳ γένει. (Plat.Polit.473d)
Die Idee des Guten:
τοῦτον τοίνυν, ἦν δ' ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ [508c] ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα. (Plat.Polit.508c)
ἐν τῷ γνωστῷ τελευταία ἡ τοῦ ἀγαθοῦ ἰδέα (Plat.Polit.517b)
πᾶσι πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία (Plat.Polit.517b)
Aristoteles
ὁ ἄνθρωπος φύσει πολιτικὸν ζῷον, καὶ ὁ ἄπολις διὰ φύσιν καὶ οὐ διὰ τύχην ἤτοι φαῦλός ἐστιν (
Aristot.Polit.1253a3
)
Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. (
Aristot.Met.980a21
)
τὸ... μιμεῖσθαι σύμφυτον τοῖς ἀνθρώποις ἐκ παίδων ἐστὶ καὶ τούτῳ διαφέρουσι τῶν ἄλλων ζῴων. (
Aristot.Poet.4,2
)
Vorsokratiker
Thales
ὕδωρ:
δεῖ γὰρ εἶναί τινα
φύσιν
ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τἆλλα σῳζομένης ἐκείνης... Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ εἶναί φησιν (VS11A12)
Anaximenes
ἀήρ:
Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο· (VS13B2)
Anaximander
τὸ ἄπειρόν
δίκη καὶ τίσις
: ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεών· διδόναι γὰρ αὐτὰ
δίκην
καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν. (VS12B1)
οἷον ἡ ψυχὴ ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ πειέχει. (VS12B2)
Xenophanes [Vgl. Protag. B4; Kritias]
εἷς θεὸς
ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. (21B23)
Heraklit
λόγος
: τοῦ δὲ λόγου τοῦδ' ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· (VS22B1)
ποταμός
:
λέγει που Ἡράκλειτος, ὅτι πάντα χωρεῖ, καὶ οὐδὲν μένει· καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει, ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης. (VS22A6)
παλίντονος ἁρμονία
: τὸ ἀντίξουν συμφέρον - ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν - πάντα κατ' ἔριν γίνεσθαι (VS22B8)
Parmenides
ΕΣΤΙ
: ἐγὼν ἐρέω... ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι (VS28B2)
νοεῖν τε καὶ εἶναι
: τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι. (VS28B3)
Atomisten
τὸ πλῆρες καὶ τὸ κενόν
: τὸ μὲν πᾶν ἄπειρόν φησιν, ὡς προείρηται· τούτου δὲ τὸ μὲν πλῆρες εἶναι, τὸ δὲ κενόν, <ἃ> καὶ στοιχεῖά φησι (VS67A1)
νόμος καὶ φύσις
: νόμῳ γλυκὺ καὶ νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή· ἐτεῇ δὲ ἄτομα καὶ κενά. (VS68Β9).
Sophisten
Homo - Mensura - Satz des Protagoras
ἄνθρωπ
ος
-μέτρον-Satz
: "πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν"
Die drei Sätze (κεφάλαια) des Gorgias
Γοργίας δὲ ὁ Λεοντῖνος ... τρία κατὰ τὸ ἑξῆς κεφάλαια κατασκευάζει,
ἓν μὲν καὶ πρῶτον ὅτι
οὐδὲν ἔστιν
,
δεύτερον ὅτι εἰ καὶ ἔστιν, ἀκατάληπτον ἀνθρώπῳ,
τρίτον ὅτι εἰ καὶ καταληπτόν, ἀλλὰ τοί γε ἀνέξοιστον καὶ ἀνερμήνευτον τῷ πέλας. (VS82B3)
Γοργίας ἔλεγε δὲ "τὸ μὲν εἶναι ἀφανὲς μὴ τυχὸν τοῦ δοκεῖν, τὸ δὲ δοκεῖν ἀσθενὲς μὴ τυχὸν τοῦ εἶναι". (VS82B26)
Antiphon
δικαιοσύνη
οὖν τὰ τῆς πόλεως νόμιμα, ἐν ᾗ ἂν πολιτεύηταί τις, μὴ παραβαίνειν (VS87B44)
Thukydides
Φιλοκαλοῦμέν τε γὰρ μετ' εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας. (
Thuk.2,40,1
)
Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς ῾Ελλάδος παίδευσιν εἶναι (
Thuk.2,41,1
)
δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προύχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσιν. (
Thuk.5,89,1
)
Sententiae excerptae: