|
Zusätzliche Übungstexte / Klassenarbeiten
zum griechischen Lehrbuch Hellas
I. Daidalos bei Kokalos
- Δαίδαλος σὺν Ἰκάρῳ τῷ υἱῷ ἐκ τῆς Κρήτης φεύγειν ἐβουλεύσατο. Ἀλλ’
ὅτι Ἴκαρος τοῖς τοῦ Δαιδάλου λόγοις οὐχ ὑπήκουσεν, ὁ ἥλιος τὰ
τοῦ παιδίου πτερὰ κατέλυσεν. Ἴκαρος δ’ εἰς τὸν πόντον ἐνέπεσε
καὶ τὸν βίον ἐπαύσατο.
- Δαίδαλος οὖν, ἐπεὶ ἐδάκρυσε τὸ τέκνον καὶ τάφον
αὐτῷ παρεσκευάσατο, οὐκ εἰς τὰς Ἀθήνας ἔσπευσεν, ἀλλ’ εἰς τὴν Σικελίαν.
Ἐκεῖ Κώκαλος τύραννος ἦν, καὶ Δαίδαλος ἱκέτευσεν
αὐτόν.
- Μίνως δὲ τιμωρίας ἕνεκα Δαίδαλον κατὰ πολλοὺς τόπους ἐθήρευσε
καὶ δὴ καὶ μεγάλῳ στόλῳ εἰς τὴν Σικελίαν
ἐστρατεύσατο.
- Ἀλλ’ οὐκέτι πολὺν χρόνον τοῦ βίου ἀπέλαυσεν. Κώκαλος γὰρ φόνον αὐτῷ
ἐπεβούλευσεν, καὶ αἱ τοῦ Κωκάλου κόραι ἐφόνευσαν αὐτόν, ὅτε (= als)
ἐν τῷ οἴκῳ ἐλούσατο.
ἐνέπεσε – 3. Sgl. Aor. v. ἐμ-πίπτω | ὁ τάφος – Grab | ἡ Σικελία – Sizilien
| ἧν - er war | καὶ δὴ καὶ - und so denn auch | λούομαι - ein Bad nehmen
II. Iphigenie bei den Taurern
- Ὁ
μὲν Ἀγαμέμνων τὴν Ἰφιγένειαν οὐκ ἐφόνευσεν, ἀλλ’ Ἄρτεμις τὴν κόρην διὰ
τοῦ οὐρανοῦ εἰς τὴν τῶν Ταύρων χώραν ἥρπασεν.
- Ὁ δ’ ἐκεῖ τύραννος ἐκέλευσεν αὐτὴν ἱέρειαν τῆς θεᾶς εἶναι καὶ τοῖς
ξένοις θάνατον παρασκευάζειν.
- Ἰφιγένεια οὖν ἐν τῷ τῆς θεᾶς ἱερῷ τὴν θεὰν ἐθεράπευσεν, καὶ
τοὺς ξένους ἔθυσεν.
- Ἀλλὰ μετὰ πολὺν χρόνον καὶ Ὀρέστης, ὁ Ἰφιγενείας ἀδελφός, ἐπεὶ τιμωρίας
ἕνεκα τὴν μητέρα ἐφόνευσεν καὶ τὴν τοῦ Αἰγίσθου ἀρχὴν ἔλυσεν, ξένος
εἰς τοῦτον τὸν τόπον ἥκει.

- Ἰφιγένεια
δὲ τὸν ἀδελφὸν ἀναγιγνώσκει· διὸ οὐ θύει αὐτόν, ἀλλὰ μετ’ ὀλίγον σὺν
αὐτῷ αὖθις εἰς τὴν ἐλευθερίαν φεύγει.
|
|